Скрыть
21:2
21:4
21:7
21:9
21:11
21:13
21:17
21:18
21:21
21:23
21:24
21:26
21:29
21:30
21:31
21:32
21:38
ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλον­τας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους
εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο
καὶ εἶπεν ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάν­των ἔβαλεν
πάν­τες γὰρ οὗτοι ἐκ τοῦ περισ­σεύ­ον­τος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα αὕτη δὲ ἐκ τοῦ ὑστερήμα­τος αὐτῆς πάν­τα τὸν βίον ὃν εἶχεν ἔβαλεν
καί τινων λεγόν­των περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν
ταῦτα ἃ θεωρεῖτε ἐλεύ­σον­ται ἡμέραι ἐν αἷς οὐκ ἀφεθή­σε­ται λίθος ἐπι­̀ λίθῳ ὃς οὐ κατα­λυθή­σε­ται
ἐπηρώτησαν δὲ αὐτὸν λέγον­τες διδάσκαλε πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι
ὁ δὲ εἶπεν βλέπετε μὴ πλανηθῆτε πολλοὶ γὰρ ἐλεύ­σον­ται ἐπι­̀ τῷ ὀνόματί μου λέγον­τες ἐγώ εἰμι καί ὁ καιρὸς ἤγγικεν μὴ πορευθῆτε ὀπίσω αὐτῶν
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκατα­στασίας μὴ πτοηθῆτε δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος
τότε ἔλεγεν αὐτοῖς ἐγερθή­σε­ται ἔθνος ἐπ᾿ ἔθνος καὶ βασιλεία ἐπι­̀ βασιλείαν
σεισμοί τε μεγά­λοι καὶ κατα­̀ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσον­ται φόβητρά τε καὶ ἀπ᾿ οὐρανοῦ σημεῖα μεγά­λα ἔσται
προ­̀ δὲ τούτων πάν­των ἐπι­βαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν παρα­διδόν­τες εἰς τὰς συν­αγωγὰς καὶ φυλακάς ἀπαγο­μέ­νους ἐπι­̀ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου
ἀπο­βή­σε­ται ὑμῖν εἰς μαρτύριον
θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προ­μελετᾶν ἀπο­λογηθῆναι
ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσον­ται ἀν­τιστῆναι ἢ ἀν­τειπεῖν ἅπαν­τες οἱ ἀν­τικείμενοι ὑμῖν
παρα­δοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάν­των δια­̀ τὸ ὄνομά μου
καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπό­ληται
ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν
ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν
ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλη­σθῆναι πάν­τα τὰ γεγραμμένα
οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις ἔσται γὰρ ἀνάγκη μεγά­λη ἐπι­̀ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ
καὶ πεσοῦν­ται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσον­τα εἰς τὰ ἔθνη πάν­τα καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι οὗ πλη­ρωθῶσιν καιροὶ ἐθνῶν
καὶ ἔσον­ται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις καὶ ἐπι­̀ τῆς γῆς συν­οχὴ ἐθνῶν ἐν ἀπο­ρίᾳ ἤχους θαλάσ­σης καὶ σάλου
ἀπο­ψυχόν­των ἀνθρώπων ἀπο­̀ φόβου καὶ προ­σδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσον­ται
καὶ τότε ὄψον­ται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς
ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν διότι ἐγγίζει ἡ ἀπο­λύτρωσις ὑμῶν
καὶ εἶπεν παρα­βολὴν αὐτοῖς ἴδετε τὴν συκῆν καὶ πάν­τα τὰ δένδρα
ὅταν προ­βάλωσιν ἤδη βλέπον­τες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν
οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάν­τα γένηται
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύ­σον­ται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύ­σον­ται
προ­σέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπι­στῇ ἐφ᾿ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
ὡς παγὶς ἐπεισελεύ­­σε­ται γὰρ ἐπι­̀ πάν­τας τοὺς καθη­μέ­νους ἐπι­̀ προ­́σωπον πάσης τῆς γῆς
ἀγρυπνεῖτε δὲ ἐν παν­τὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάν­τα τὰ μέλλον­τα γίνεσθαι καὶ σταθῆναι ἔμπρο­σθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου
ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων τὰς δὲ νύκτας ἐξερχό­με­νος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν
καὶ πᾶς ὁ λαὸς ὤρθριζεν προ­̀ς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible