Скрыть
19:1
19:2
19:3
19:4
19:5
19:6
19:7
19:9
19:11
19:13
19:14
19:15
19:16
19:18
19:19
19:20
19:21
19:23
19:24
19:25
19:28
19:30
19:31
19:32
19:33
19:34
19:36
19:37
19:39
19:41
19:42
19:44
19:47
19:48
καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλού­με­νος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπο­̀ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν
καὶ προ­δραμὼν εἰς τὸ ἔμπρο­σθεν ἀνέβη ἐπι­̀ συκομορέαν ἵνα ἴδῃ αὐτόν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι
καὶ ὡς ἦλθεν ἐπι­̀ τὸν τόπον ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν προ­̀ς αὐτόν Ζακχαῖε σπεύ­σας κατα­́βηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι
καὶ σπεύ­σας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων
καὶ ἰδόν­τες πάν­τες διεγόγγυζον λέγον­τες ὅτι παρα­̀ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν κατα­λῦσαι
σταθεὶς δὲ Ζακχαῖος εἶπεν προ­̀ς τὸν κύριον ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόν­των κύριε τοῖς πτωχοῖς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάν­τησα ἀπο­δίδωμι τετραπλοῦν
εἶπεν δὲ προ­̀ς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν
ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπο­λωλός
ἀκουόν­των δὲ αὐτῶν ταῦτα προ­σθεὶς εἶπεν παρα­βολὴν δια­̀ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παρα­χρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι
εἶπεν οὖν ἄνθρωπός τις εὐγενὴς ἐπορεύ­θη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι
καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν προ­̀ς αὐτούς πραγματεύ­σασθε ἐν ᾧ ἔρχομαι
οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγον­τες οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς
καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόν­τα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον ἵνα γνοῖ τί διεπραγματεύ­σαν­το
παρεγένετο δὲ ὁ πρῶτος λέγων κύριε ἡ μνᾶ σου δέκα προ­σηργάσατο μνᾶς
καὶ εἶπεν αὐτῷ εὖγε ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων
καὶ ἦλθεν ὁ δεύ­τερος λέγων ἡ μνᾶ σου κύριε ἐποίησεν πέν­τε μνᾶς
εἶπεν δὲ καὶ τούτῳ καὶ σὺ ἐπάνω γίνου πέν­τε πόλεων
καὶ ὁ ἕτερος ἦλθεν λέγων κύριε ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀπο­κειμένην ἐν σουδαρίῳ
ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας
λέγει αὐτῷ ἐκ τοῦ στόματός σου κρίνω σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα
καὶ δια­̀ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπι­̀ τράπεζαν κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα
καὶ τοῖς παρεστῶσιν εἶπεν ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχον­τι
καὶ εἶπαν αὐτῷ κύριε ἔχει δέκα μνᾶς
λέγω ὑμῖν ὅτι παν­τὶ τῷ ἔχον­τι δοθή­σε­ται ἀπο­̀ δὲ τοῦ μὴ ἔχον­τος καὶ ὃ ἔχει ἀρθή­σε­ται
πλη­̀ν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαν­τάς με βασιλεῦσαι ἐπ᾿ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατα­σφάξατε αὐτοὺς ἔμπρο­σθέν μου
καὶ εἰπὼν ταῦτα ἐπορεύ­ετο ἔμπρο­σθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα
καὶ ἐγένετο ὡς ἤγγισεν εἰς βηθφαγὴ καὶ βηθανίαν προ­̀ς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν
λέγων ὑπάγετε εἰς τὴν κατέναν­τι κώμην ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν καὶ λύσαν­τες αὐτὸν ἀγάγετε
καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ δια­̀ τί λύετε οὕτως ἐρεῖτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει
ἀπελθόν­τες δὲ οἱ ἀπεσταλ­μέ­νοι εὗρον καθὼς εἶπεν αὐτοῖς
λυόν­των δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ προ­̀ς αὐτούς τί λύετε τὸν πῶλον
οἱ δὲ εἶπαν ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει
καὶ ἤγαγον αὐτὸν προ­̀ς τὸν Ἰησοῦν καὶ ἐπι­ρίψαν­τες αὐτῶν τὰ ἱμάτια ἐπι­̀ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν
πορευο­μέ­νου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ
ἐγγίζον­τος δὲ αὐτοῦ ἤδη προ­̀ς τῇ κατα­βάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαν­το ἅπαν τὸ πλῆ­θος τῶν μαθητῶν χαίρον­τες αἰνεῖν τὸν θεὸν φωνῇ μεγά­λῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
λέγον­τες εὐλογημένος ὁ ἐρχό­με­νος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις
καί τινες τῶν Φαρισαίων ἀπο­̀ τοῦ ὄχλου εἶπαν προ­̀ς αὐτόν διδάσκαλε ἐπι­τίμησον τοῖς μαθηταῖς σου
καὶ ἀπο­κριθεὶς εἶπεν λέγω ὑμῖν ἐὰν οὗτοι σιωπήσουσιν οἱ λίθοι κράξουσιν
καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτήν
λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ προ­̀ς εἰρήνην νῦν δὲ ἐκρύβη ἀπο­̀ ὀφθαλμῶν σου
ὅτι ἥξουσιν ἡμέραι ἐπι­̀ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συν­έξουσίν σε πάν­τοθεν
καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν λίθον ἐπι­̀ λίθον ἐν σοί ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπι­σκοπῆς σου
καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦν­τας
λέγων αὐτοῖς γέγραπται καὶ ἔσται ὁ οἶκός μου οἶκος προ­σευχῆς ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν
καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπο­λέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ
καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible