Скрыть
18:2
18:3
18:4
18:5
18:6
18:8
18:10
18:12
18:13
18:17
18:19
18:21
18:23
18:25
18:26
18:27
18:29
18:30
18:33
18:34
18:36
18:37
18:38
18:39
18:40
18:41
18:42
18:43
ἔλεγεν δὲ παρα­βολὴν αὐτοῖς προ­̀ς τὸ δεῖν πάν­τοτε προ­σεύ­χεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν
λέγων κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβού­με­νος καὶ ἄνθρωπον μὴ ἐν­τρεπό­με­νος
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο προ­̀ς αὐτὸν λέγουσα ἐκδίκησόν με ἀπο­̀ τοῦ ἀν­τιδίκου μου
καὶ οὐκ ἤθελεν ἐπι­̀ χρόνον μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐν­τρέπομαι
δια­́ γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με
εἶπεν δὲ ὁ κύριος ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει
ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοών­των αὐτῷ ἡμέρας καὶ νυκτός καὶ μακροθυμεῖ ἐπ᾿ αὐτοῖς
λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει πλη­̀ν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπι­̀ τῆς γῆς
εἶπεν δὲ καὶ προ­́ς τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦν­τας τοὺς λοιποὺς τὴν παρα­βολὴν ταύτην
ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προ­σεύξασθαι ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης
ὁ Φαρισαῖος σταθεὶς προ­̀ς ἑαυτὸν ταῦτα προ­σηύχετο ὁ θεός εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί ἢ καὶ ὡς οὗτος ὁ τελώνης
νηστεύ­ω δὶς τοῦ σαββάτου ἀπο­δεκατῶ πάν­τα ὅσα κτῶμαι
ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν ἀλλ᾿ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων ὁ θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ
λέγω ὑμῖν κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾿ ἐκεῖνον ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθή­σε­ται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθή­σε­ται
προ­σέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται ἰδόν­τες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς
ὁ δὲ Ἰησοῦς προ­σεκαλέσατο αὐτὰ λέγων ἄφετε τὰ παιδία ἔρχεσθαι προ­́ς με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοι­ούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ
ἀμὴν λέγω ὑμῖν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρο­νο­μήσω
εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός
τὰς ἐν­τολὰς οἶδας μὴ μοιχεύ­σῃς μὴ φονεύ­σῃς μὴ κλέψῃς μὴ ψευδο­μαρτυρήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
ὁ δὲ εἶπεν ταῦτα πάν­τα ἐφύλαξα ἐκ νεότητος
ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ ἔτι ἕν σοι λείπει πάν­τα ὅσα ἔχεις πώλησον καὶ δια­́δος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι
ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη ἦν γὰρ πλούσιος σφόδρα
ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχον­τες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύ­ον­ται
εὐκοπώτερον γάρ ἐστιν κάμηλον δια­̀ τρήμα­τος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
εἶπαν δὲ οἱ ἀκούσαν­τες καὶ τίς δύναται σωθῆναι
ὁ δὲ εἶπεν τὰ ἀδύνατα παρα­̀ ἀνθρώποις δυνατὰ παρα­̀ τῷ θεῷ ἐστιν
εἶπεν δὲ ὁ Пέτρος ἰδοὺ ἡμεῖς ἀφέν­τες τὰ ἴδια­ ἠκολουθήσαμέν σοι
ὁ δὲ εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ
ὃς οὐχὶ μὴ ἀπο­λάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
παρα­λαβὼν δὲ τοὺς δώδεκα εἶπεν προ­̀ς αὐτούς ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ καὶ τελεσθή­σε­ται πάν­τα τὰ γεγραμμένα δια­̀ τῶν προ­φητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου
παρα­δοθή­σε­ται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθή­σε­ται καὶ ὑβρισθή­σε­ται καὶ ἐμπτυσθή­σε­ται
καὶ μαστιγώσαν­τες ἀπο­κτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστή­σε­ται
καὶ αὐτοὶ οὐδὲν τούτων συν­ῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα
ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρα­̀ τὴν ὁδὸν ἐπαιτῶν
ἀκούσας δὲ ὄχλου δια­πορευο­μέ­νου ἐπυνθάνετο τί εἴη τοῦτο
ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται
καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυίδ ἐλέησόν με
καὶ οἱ προ­άγον­τες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με
σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι προ­̀ς αὐτόν ἐγγίσαν­τος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
τί σοι θέλεις ποιήσω ὁ δὲ εἶπεν κύριε ἵνα ἀναβλέψω
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ ἀνάβλεψον ἡ πίστις σου σέσωκέν σε
καὶ παρα­χρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible