Скрыть
16:1
16:2
16:3
16:4
16:5
16:6
16:7
16:8
16:11
16:12
16:19
16:20
16:21
16:22
16:23
16:24
16:26
16:27
16:28
16:30
16:31
ἔλεγεν δὲ καὶ προ­̀ς τοὺς μαθητάς ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον καὶ οὗτος διεβλήθη αὐτῷ ὡς δια­σκορπίζων τὰ ὑπάρχον­τα αὐτοῦ
καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ τί τοῦτο ἀκούω περὶ σοῦ ἀπό­δος τὸν λόγον τῆς οἰκο­νο­μίας σου οὐ γὰρ δύνῃ ἔτι οἰκο­νο­μεῖν
εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκο­νο­μίαν ἀπ᾿ ἐμοῦ σκάπτειν οὐκ ἰσχύω ἐπαιτεῖν αἰσχύνομαι
ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκο­νο­μίας δέξων­ταί με εἰς τοὺς οἴκους αὐτῶν
καὶ προ­σκαλεσά­με­νος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ πόσον ὀφείλεις τῷ κυρίῳ μου
ὁ δὲ εἶπεν ἑκατὸν βάτους ἐλαίου ὁ δὲ εἶπεν αὐτῷ δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεν­τήκον­τα
ἔπειτα ἑτέρῳ εἶπεν σὺ δὲ πόσον ὀφείλεις ὁ δὲ εἶπεν ἑκατὸν κόρους σίτου λέγει αὐτῷ δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκον­τα
καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν
καὶ ἐγὼ ὑμῖν λέγω ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας ἵνα ὅταν ἐκλίπῃ δέξων­ται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς
ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν
εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύ­σει
καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε τὸ ὑμέτερον τίς ὑμῖν δώσει
οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύ­ειν ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξε­ται καὶ τοῦ ἑτέρου κατα­φρονήσει οὐ δύνασθε θεῷ δουλεύ­ειν καὶ μαμωνᾷ
ἤκουον δὲ ταῦτα πάν­τα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχον­τες καὶ ἐξεμυκτήριζον αὐτόν
καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἐστε οἱ δικαιοῦν­τες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ
ὁ νόμος καὶ οἱ προ­φῆται μέχρι Ἰωάννου ἀπο­̀ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται
εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν
πᾶς ὁ ἀπο­λύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύ­ει καὶ ὁ ἀπο­λελυμένην ἀπο­̀ ἀνδρὸς γαμῶν μοιχεύ­ει
ἄνθρωπος δέ τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσ­σον εὐφραινό­με­νος καθ᾿ ἡμέραν λαμπρῶς
πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο προ­̀ς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος
καὶ ἐπι­θυμῶν χορτασθῆναι ἀπο­̀ τῶν πιπτόν­των ἀπο­̀ τῆς τραπέζης τοῦ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ
ἐγένετο δὲ ἀπο­θανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη
καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασάνοις ὁρᾷ Ἀβραὰμ ἀπο­̀ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ
καὶ αὐτὸς φωνήσας εἶπεν πάτερ Ἀβραάμ ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδα­τος καὶ κατα­ψύξῃ τὴν γλῶσ­σάν μου ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ
εἶπεν δὲ Ἀβραάμ τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά νῦν δὲ ὧδε παρα­καλεῖται σὺ δὲ ὀδυνᾶσαι
καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλον­τες δια­βῆναι ἔνθεν προ­̀ς ὑμᾶς μὴ δύνων­ται μηδὲ ἐκεῖθεν προ­̀ς ἡμᾶς δια­περῶσιν
εἶπεν δέ ἐρωτῶ σε οὖν πάτερ ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου
ἔχω γὰρ πέν­τε ἀδελφούς ὅπως δια­μαρτύρηται αὐτοῖς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου
λέγει δὲ Ἀβραάμ ἔχουσι Μωϋσέα καὶ τοὺς προ­φήτας ἀκουσάτωσαν αὐτῶν
ὁ δὲ εἶπεν οὐχί πάτερ Ἀβραάμ ἀλλ᾿ ἐάν τις ἀπο­̀ νεκρῶν πορευθῇ προ­̀ς αὐτοὺς μετανοήσουσιν
εἶπεν δὲ αὐτῷ εἰ Μωϋσέως καὶ τῶν προ­φητῶν οὐκ ἀκούουσιν οὐδ᾿ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσον­ται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible