Скрыть
15:1
15:2
15:3
15:5
15:6
15:7
15:8
15:9
15:10
15:11
15:12
15:13
15:14
15:15
15:16
15:17
15:18
15:19
15:20
15:21
15:22
15:23
15:25
15:26
15:27
15:28
15:29
15:30
15:31
15:32
ἦσαν δὲ αὐτῷ ἐγγίζον­τες πάν­τες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ
καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγον­τες ὅτι οὗτος ἁμαρτωλοὺς προ­σδέχεται καὶ συν­εσθίει αὐτοῖς
εἶπεν δὲ προ­̀ς αὐτοὺς τὴν παρα­βολὴν ταύτην λέγων
τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν προ­́βατα καὶ ἀπο­λέσας ἐξ αὐτῶν ἓν οὐ κατα­λείπει τὰ ἐνενήκον­τα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύ­εται ἐπι­̀ τὸ ἀπο­λωλὸς ἕως εὕρῃ αὐτό
καὶ εὑρὼν ἐπι­τίθησιν ἐπι­̀ τοὺς ὤμους αὐτοῦ χαίρων
καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς συγχάρητέ μοι ὅτι εὗρον τὸ προ­́βατόν μου τὸ ἀπο­λωλός
λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπι­̀ ἑνὶ ἁμαρτωλῷ μετανοοῦν­τι ἢ ἐπι­̀ ἐνενήκον­τα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας
ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπο­λέσῃ δραχμὴν μίαν οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπι­μελῶς ἕως οὗ εὕρῃ
καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα
οὕτως λέγω ὑμῖν γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπι­̀ ἑνὶ ἁμαρτωλῷ μετανοοῦν­τι
εἶπεν δέ ἄνθρωπός τις εἶχεν δύο υἱούς
καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί πάτερ δός μοι τὸ ἐπι­βάλλον μέρος τῆς οὐσίας ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον
καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συν­αγαγὼν πάν­τα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως
δαπανήσαν­τος δὲ αὐτοῦ πάν­τα ἐγένετο λιμὸς ἰσχυρὰ κατα­̀ τὴν χώραν ἐκείνην καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι
καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους
καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι καὶ οὐδεὶς ἐδίδου αὐτῷ
εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη πόσοι μίσθιοι τοῦ πατρός μου περισ­σεύ­ον­ται ἄρτων ἐγὼ δὲ λιμῷ ὧδε ἀπό­λλυμαι
ἀναστὰς πορεύ­σομαι προ­̀ς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου ποίησόν με ὡς ἕνα τῶν μισθίων σου
καὶ ἀναστὰς ἦλθεν προ­̀ς τὸν πατέρα ἑαυτοῦ ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχον­τος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπι­̀ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
εἶπεν δὲ ὁ υἱὸς αὐτῷ πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου
εἶπεν δὲ ὁ πατὴρ προ­̀ς τοὺς δούλους αὐτοῦ ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας
καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν θύσατε καὶ φαγόν­τες εὐφρανθῶμεν
ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν ἦν ἀπο­λωλὼς καὶ εὑρέθη καὶ ἤρξαν­το εὐφραίνεσθαι
ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ καὶ ὡς ἐρχό­με­νος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν
καὶ προ­σκαλεσά­με­νος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα
ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν ὅτι ὑγιαίνον­τα αὐτὸν ἀπέλαβεν
ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ τοσαῦτα ἔτη δουλεύ­ω σοι καὶ οὐδέποτε ἐν­τολήν σου παρῆλθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ
ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ κατα­φαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον
ὁ δὲ εἶπεν αὐτῷ τέκνον σὺ πάν­τοτε μετ᾿ ἐμοῦ εἶ καὶ πάν­τα τὰ ἐμὰ σά ἐστιν
εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν καὶ ἀπο­λωλὼς καὶ εὑρέθη
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible