Скрыть
14:1
14:2
14:3
14:4
14:5
14:6
14:7
14:9
14:10
14:13
14:14
14:15
14:17
14:18
14:19
14:20
14:22
14:23
14:25
14:28
14:29
14:30
14:31
14:32
14:33
14:35
καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόν­των τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρα­τηρούμενοι αὐτόν
καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπρο­σθεν αὐτοῦ
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν προ­̀ς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ
οἱ δὲ ἡσύχασαν καὶ ἐπι­λαβό­με­νος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν
καὶ προ­̀ς αὐτοὺς εἶπεν τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου
καὶ οὐκ ἴσχυσαν ἀν­ταποκριθῆναι προ­̀ς ταῦτα
ἔλεγεν δὲ προ­̀ς τοὺς κεκλη­μέ­νους παρα­βολήν ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγον­το λέγων προ­̀ς αὐτούς
ὅταν κληθῇς ὑπό τινος εἰς γάμους μὴ κατα­κλιθῇς εἰς τὴν πρωτοκλισίαν μήποτε ἐν­τιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ
καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι δὸς τούτῳ τόπον καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν
ἀλλ᾿ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι φίλε προ­σανάβηθι ἀνώτερον τότε ἔσται σοι δόξα ἐνώπιον πάν­των τῶν συν­ανακειμένων σοι
ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθή­σε­ται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθή­σε­ται
ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους μήποτε καὶ αὐτοὶ ἀν­τικαλέσωσίν σε καὶ γένηται ἀν­ταπόδομά σοι
ἀλλ᾿ ὅταν δοχὴν ποιῇς κάλει πτωχούς ἀναπείρους χωλούς τυφλούς
καὶ μακάριος ἔσῃ ὅτι οὐκ ἔχουσιν ἀν­ταποδοῦναί σοι ἀν­ταποδοθή­σε­ται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων
ἀκούσας δέ τις τῶν συν­ανακειμένων ταῦτα εἶπεν αὐτῷ μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
ὁ δὲ εἶπεν αὐτῷ ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς
καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλη­μέ­νοις ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστιν
καὶ ἤρξαν­το ἀπο­̀ μιᾶς πάν­τες παρα­ιτεῖσθαι ὁ πρῶτος εἶπεν αὐτῷ ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν ἐρωτῶ σε ἔχε με παρῃτημένον
καὶ ἕτερος εἶπεν ζεύ­γη βοῶν ἠγόρασα πέν­τε καὶ πορεύ­ομαι δοκιμάσαι αὐτά ἐρωτῶ σε ἔχε με παρῃτημένον
καὶ ἕτερος εἶπεν γυναῖκα ἔγημα καὶ δια­̀ τοῦτο οὐ δύναμαι ἐλθεῖν
καὶ παρα­γενό­με­νος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε
καὶ εἶπεν ὁ δοῦλος κύριε γέγονεν ὃ ἐπέταξας καὶ ἔτι τόπος ἐστίν
καὶ εἶπεν ὁ κύριος προ­̀ς τὸν δοῦλον ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν ἵνα γεμισθῇ μου ὁ οἶκος
λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύ­­σε­ταί μου τοῦ δείπνου
συν­επορεύ­ον­το δὲ αὐτῷ ὄχλοι πολλοί καὶ στραφεὶς εἶπεν προ­̀ς αὐτούς
εἴ τις ἔρχεται προ­́ς με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ οὐ δύναται εἶναί μου μαθητής
ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται εἶναί μου μαθητής
τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει εἰς ἀπαρτισμόν
ἵνα μήποτε θέν­τος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύον­τος ἐκτελέσαι πάν­τες οἱ θεωροῦν­τες ἄρξων­ται αὐτῷ ἐμπαίζειν
λέγον­τες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι
ἢ τίς βασιλεὺς πορευό­με­νος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύ­­σε­ται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαν­τῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν
εἰ δὲ μή γε ἔτι αὐτοῦ πόρρω ὄν­τος πρεσβείαν ἀπο­στείλας ἐρωτᾷ τὰ προ­̀ς εἰρήνην
οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀπο­τάσ­σεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής
καλὸν οὖν τὸ ἅλας ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἀρτυθή­σε­ται
οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν ἔξω βάλλουσιν αὐτό ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible