Скрыть
12:3
12:5
12:12
12:13
12:14
12:16
12:17
12:18
12:23
12:25
12:26
12:27
12:28
12:29
12:30
12:32
12:34
12:36
12:37
12:38
12:40
12:41
12:43
12:44
12:45
12:46
12:48
12:49
12:52
12:55
12:56
12:57
12:59
ἐν οἷς ἐπι­συν­αχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὥστε κατα­πατεῖν ἀλλήλους ἤρξατο λέγειν προ­̀ς τοὺς μαθητὰς αὐτοῦ πρῶτον προ­σέχετε ἑαυτοῖς ἀπο­̀ τῆς ζύμης ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων
οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀπο­καλυφθή­σε­ται καὶ κρυπτὸν ὃ οὐ γνωσθή­σε­ται
ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθή­σε­ται καὶ ὃ προ­̀ς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθή­σε­ται ἐπι­̀ τῶν δωμάτων
λέγω δὲ ὑμῖν τοῖς φίλοις μου μὴ φοβηθῆτε ἀπο­̀ τῶν ἀπο­κτεινόν­των τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόν­των περισ­σότερόν τι ποιῆσαι
ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε φοβήθητε τὸν μετὰ τὸ ἀπο­κτεῖναι ἔχον­τα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν ναί λέγω ὑμῖν τοῦτον φοβήθητε
οὐχὶ πέν­τε στρουθία πωλοῦν­ται ἀσ­σαρίων δύο καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπι­λελησμένον ἐνώπιον τοῦ θεοῦ
ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμην­ται μὴ φοβεῖσθε πολλῶν στρουθίων δια­φέρετε
λέγω δὲ ὑμῖν πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπρο­σθεν τῶν ἀνθρώπων καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπρο­σθεν τῶν ἀγγέλων τοῦ θεοῦ
ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθή­σε­ται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ
καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθή­σε­ται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαν­τι οὐκ ἀφεθή­σε­ται
ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπι­̀ τὰς συν­αγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ μεριμνήσητε πῶς ἢ τί ἀπο­λογήσησθε ἢ τί εἴπητε
τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν
εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ διδάσκαλε εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾿ ἐμοῦ τὴν κληρο­νο­μίαν
ὁ δὲ εἶπεν αὐτῷ ἄνθρωπε τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς
εἶπεν δὲ προ­̀ς αὐτούς ὁρᾶτε καὶ φυλάσ­σεσθε ἀπο­̀ πάσης πλεονεξίας ὅτι οὐκ ἐν τῷ περισ­σεύ­ειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόν­των αὐτῷ
εἶπεν δὲ παρα­βολὴν προ­̀ς αὐτοὺς λέγων ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα
καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων τί ποιήσω ὅτι οὐκ ἔχω ποῦ συν­άξω τοὺς καρπούς μου
καὶ εἶπεν τοῦτο ποιήσω καθελῶ μου τὰς ἀπο­θήκας καὶ μείζονας οἰκοδομήσω καὶ συν­άξω ἐκεῖ πάν­τα τὸν σῖτον καὶ τὰ ἀγαθά μου
καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχή ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά ἀναπαύου φάγε πίε εὐφραίνου
εἶπεν δὲ αὐτῷ ὁ θεός ἄφρων ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπο­̀ σοῦ ἃ δὲ ἡτοίμασας τίνι ἔσται
οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν
εἶπεν δὲ προ­̀ς τοὺς μαθητάς αὐτοῦ δια­̀ τοῦτο λέγω ὑμῖν μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε
ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύμα­τος
κατα­νοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀπο­θήκη καὶ ὁ θεὸς τρέφει αὐτούς πόσῳ μᾶλλον ὑμεῖς δια­φέρετε τῶν πετεινῶν
τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπι­̀ τὴν ἡλικίαν αὐτοῦ προ­σθεῖναι πῆχυν
εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε τί περὶ τῶν λοιπῶν μεριμνᾶτε
κατα­νοήσατε τὰ κρίνα πῶς αὐξάνει οὐ κοπιᾷ οὐδὲ νήθει λέγω δὲ ὑμῖν οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων
εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄν­τα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέζει πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι
καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε καὶ μὴ μετεωρίζεσθε
ταῦτα γὰρ πάν­τα τὰ ἔθνη τοῦ κόσμου ἐπι­ζητοῦσιν ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων
πλη­̀ν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ καὶ ταῦτα προ­στεθή­σε­ται ὑμῖν
μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν
πωλήσατε τὰ ὑπάρχον­τα ὑμῶν καὶ δότε ἐλεημοσύνην ποιήσατε ἑαυτοῖς βαλλάν­τια μὴ παλαιούμενα θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς δια­φθείρει
ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται
ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι
καὶ ὑμεῖς ὅμοι­οι ἀνθρώποις προ­σδεχο­μέ­νοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων ἵνα ἐλθόν­τος καὶ κρούσαν­τος εὐθέως ἀνοίξωσιν αὐτῷ
μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦν­τας ἀμὴν λέγω ὑμῖν ὅτι περιζώ­σε­ται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν δια­κονήσει αὐτοῖς
κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως μακάριοί εἰσιν ἐκεῖνοι
τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ
καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται
εἶπεν δὲ ὁ Пέτρος κύριε προ­̀ς ἡμᾶς τὴν παρα­βολὴν ταύτην λέγεις ἢ καὶ προ­̀ς πάν­τας
καὶ εἶπεν ὁ κύριος τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος ὃν κατα­στήσει ὁ κύριος ἐπι­̀ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον
μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποι­οῦν­τα οὕτως
ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπι­̀ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ κατα­στήσει αὐτόν
ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ χρονίζει ὁ κύριός μου ἔρχεσθαι καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι
ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προ­σδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει
ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας προ­̀ς τὸ θέλημα αὐτοῦ δαρή­σε­ται πολλάς
ὁ δὲ μὴ γνούς ποιήσας δὲ ἄξια πλη­γῶν δαρή­σε­ται ὀλίγας παν­τὶ δὲ ᾧ ἐδόθη πολύ πολὺ ζητηθή­σε­ται παρ᾿ αὐτοῦ καὶ ᾧ παρέθεν­το πολύ περισ­σότερον αἰτήσουσιν αὐτόν
πῦρ ἦλθον βαλεῖν ἐπι­̀ τὴν γῆν καὶ τί θέλω εἰ ἤδη ἀνήφθη
βάπτισμα δὲ ἔχω βαπτισθῆναι καὶ πῶς συν­έχομαι ἕως ὅτου τελεσθῇ
δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ οὐχί λέγω ὑμῖν ἀλλ᾿ ἢ δια­μερισμόν
ἔσον­ται γὰρ ἀπο­̀ τοῦ νῦν πέν­τε ἐν ἑνὶ οἴκῳ δια­μεμερισ­μέ­νοι τρεῖς ἐπι­̀ δυσὶν καὶ δύο ἐπι­̀ τρισίν
δια­μερισθήσον­ται πατὴρ ἐπι­̀ υἱῷ καὶ υἱὸς ἐπι­̀ πατρί μήτηρ ἐπι­̀ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπι­̀ τὴν μητέρα πενθερὰ ἐπι­̀ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπι­̀ τὴν πενθεράν
ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἐπι­̀ δυσμῶν εὐθέως λέγετε ὅτι ὄμβρος ἔρχεται καὶ γίνεται οὕτως
καὶ ὅταν νότον πνέον­τα λέγετε ὅτι καύσων ἔσται καὶ γίνεται
ὑποκριταί τὸ προ­́σωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν
τί δὲ καὶ ἀφ᾿ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον
ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀν­τιδίκου σου ἐπ᾿ ἄρχον­τα ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ μήποτε κατα­σύρῃ σε προ­̀ς τὸν κριτήν καὶ ὁ κριτής σε παρα­δώσει τῷ πράκτορι καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν
λέγω σοι οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀπο­δῷς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible