Скрыть
8:1
8:2
8:3
8:4
8:6
8:7
8:8
8:9
8:10
8:11
8:13
8:14
8:15
8:16
8:19
8:20
8:22
8:24
8:25
8:26
8:27
8:29
8:30
8:31
8:33
8:36
8:37
8:38
8:40
8:41
8:42
8:43
8:45
8:46
8:48
8:49
8:50
8:51
8:52
8:53
8:55
8:57
8:58
8:59
Ἰησοῦς δὲ ἐπορεύ­θη εἰς τὸ ὄρος τῶν ἐλαιῶν
ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς ὁ λαὸς ἤρχετο προ­̀ς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς
ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπι­̀ μοιχείᾳ κατειλημμένην καὶ στήσαν­τες αὐτὴν ἐν μέσῳ
λέγουσιν αὐτῷ διδάσκαλε αὕτη ἡ γυνὴ κατείληπται ἐπ᾿ αὐτοφώρῳ μοιχευομένη
ἐν δὲ τῷ νόμῳ ἡμῖν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν σὺ οὖν τί λέγεις
τοῦτο δὲ ἔλεγον πειράζον­τες αὐτόν ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν
ὡς δὲ ἐπέμενον ἐρωτῶν­τες Αὐτόν ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ᾿ αὐτὴν βαλέτω λίθον
καὶ πάλιν κατα­κύψας ἔγραφεν εἰς τὴν γῆν
οἱ δὲ ἀκούσαν­τες ἐξήρχον­το εἷς καθ᾿ εἷς ἀρξάμενοι ἀπο­̀ τῶν πρεσβυτέρων καὶ κατελείφθη μόνος καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα
ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ γύναι ποῦ εἰσιν οὐδείς σε κατέκρινεν
ἡ δὲ εἶπεν οὐδείς κύριε εἶπεν δὲ ὁ Ἰησοῦς οὐδὲ ἐγώ σε κατα­κρίνω πορεύ­ου καὶ ἀπο­̀ τοῦ νῦν μηκέτι ἁμάρτανε
πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς
εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι σὺ περὶ σεαυτοῦ μαρτυρεῖς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω
ὑμεῖς κατα­̀ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα
καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ᾿ ἐγὼ καὶ ὁ πέμψας με πατήρ
καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν
ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ
ἔλεγον οὖν αὐτῷ ποῦ ἐστιν ὁ πατήρ σου ἀπεκρίθη Ἰησοῦς οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου ἂν ᾔδειτε
ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπι­́ασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
εἶπεν οὖν πάλιν αὐτοῖς ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀπο­θανεῖσθε ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
ἔλεγον οὖν οἱ Ἰουδαῖοι μήτι ἀπο­κτενεῖ ἑαυτόν ὅτι λέγει ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
καὶ ἔλεγεν αὐτοῖς ὑμεῖς ἐκ τῶν κάτω ἐστέ ἐγὼ ἐκ τῶν ἄνω εἰμί ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου
εἶπον οὖν ὑμῖν ὅτι ἀπο­θανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἐὰν γὰρ μὴ πιστεύ­σητε ὅτι ἐγώ εἰμι ἀπο­θανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν
ἔλεγον οὖν αὐτῷ σὺ τίς εἶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν
πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν ἀλλ᾿ ὁ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἃ ἤκουσα παρ᾿ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον
οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ
καὶ ὁ πέμψας με μετ᾿ ἐμοῦ ἐστιν οὐκ ἀφῆκέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάν­τοτε
ταῦτα αὐτοῦ λαλοῦν­τος πολλοὶ ἐπι­́στευσαν εἰς αὐτόν
ἔλεγεν οὖν ὁ Ἰησοῦς προ­̀ς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ἀληθῶς μαθηταί μού ἐστε
καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς
ἀπεκρίθησαν προ­̀ς αὐτόν σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύ­καμεν πώποτε πῶς σὺ λέγεις ὅτι ἐλεύ­θεροι γενήσεσθε
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας
ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα
ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄν­τως ἐλεύ­θεροι ἔσεσθε
οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀπο­κτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν
ἃ ἐγὼ ἑώρακα παρα­̀ τῷ πατρὶ λαλῶ καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρα­̀ τοῦ πατρὸς ποιεῖτε
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν λέγει αὐτοῖς ὁ Ἰησοῦς εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε
νῦν δὲ ζητεῖτέ με ἀπο­κτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρα­̀ τοῦ θεοῦ τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν
ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν εἶπαν οὖν αὐτῷ ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν τὸν θεόν
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλεν
δια­̀ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν
ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ δια­βόλου ἐστὲ καὶ τὰς ἐπι­θυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύ­στης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ
ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύ­ετέ μοι
τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας εἰ ἀλήθειαν λέγω δια­̀ τί ὑμεῖς οὐ πιστεύ­ετέ μοι
ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει δια­̀ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ
ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις
ἀπεκρίθη Ἰησοῦς ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμῶ τὸν πατέρα μου καὶ ὑμεῖς ἀτιμάζετέ με
ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου ἔστιν ὁ ζητῶν καὶ κρίνων
ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα
εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προ­φῆται καὶ σὺ λέγεις ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύ­σηται θανάτου εἰς τὸν αἰῶνα
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προ­φῆται ἀπέθανον τίνα σεαυτὸν ποιεῖς
ἀπεκρίθη Ἰησοῦς ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν ἡ δόξα μου οὐδέν ἐστιν ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν
καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἶδα αὐτόν κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ἔσομαι ὅμοι­ος ὑμῖν ψεύ­στης ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ
Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἶδεν καὶ ἐχάρη
εἶπον οὖν οἱ Ἰουδαῖοι προ­̀ς αὐτόν πεν­τήκον­τα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας
εἶπεν αὐτοῖς Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί
ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible