Απόκρυψη
2:1
2:2
2:3
2:4
2:5
2:6
2:7
2:8
2:9
2:10
2:11
2:12
2:15
2:16
2:18
2:20
2:21
2:23
Το Κεφάλαιο 11 
11:1
11:3
11:5
11:6
11:7
11:11
11:12
11:13
11:14
11:15
11:16
11:17
11:18
11:19
11:20
11:21
11:22
11:23
11:25
11:28
11:29
11:30
11:31
11:32
11:33
11:34
11:35
11:36
11:38
11:39
11:40
11:41
11:42
11:43
11:44
11:45
11:46
11:48
11:49
11:51
11:54
11:56
11:57
καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ
ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον
καὶ ὑστερήσαν­τος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ προ­̀ς αὐτόν οἶνον οὐκ ἔχουσιν
καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς τί ἐμοὶ καὶ σοί γύναι οὔπω ἥκει ἡ ὥρα μου
λέγει ἡ μήτηρ αὐτοῦ τοῖς δια­κόνοις ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε
ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατα­̀ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς
λέγει αὐτοῖς ὁ Ἰησοῦς γεμίσατε τὰς ὑδρίας ὕδα­τος καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω
καὶ λέγει αὐτοῖς ἀν­τλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ οἱ δὲ ἤνεγκαν
ὡς δὲ ἐγεύ­σατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον καὶ οὐκ ᾔδει πόθεν ἐστίν οἱ δὲ δια­́κονοι ᾔδεισαν οἱ ἠν­τληκότες τὸ ὕδωρ φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
καὶ λέγει αὐτῷ πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσ­σω σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι
ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ καὶ ἐπι­́στευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ
μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας
καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς
καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦν­τας βόας καὶ προ­́βατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθη­μέ­νους
καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάν­τας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε προ­́βατα καὶ τοὺς βόας καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν
καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν ἄρατε ταῦτα ἐν­τεῦθεν μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου
ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν ὁ ζῆλος τοῦ οἴκου σου κατα­φάγεταί με
ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν
εἶπαν οὖν οἱ Ἰουδαῖοι τεσ­σεράκον­τα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν
ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώμα­τος αὐτοῦ
ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν καὶ ἐπι­́στευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς
ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ πολλοὶ ἐπι­́στευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦν­τες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει
αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπι­́στευεν αὐτὸν αὐτοῖς δια­̀ τὸ αὐτὸν γινώσκειν πάν­τας
καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ
ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπο­̀ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς
ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει
ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ προ­̀ς αὐτὸν λέγουσαι κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ
ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν προ­̀ς θάνατον ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾿ αὐτῆς
ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον
ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας
ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν
λέγουσιν αὐτῷ οἱ μαθηταί ῥαββί νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι καὶ πάλιν ὑπάγεις ἐκεῖ
ἀπεκρίθη Ἰησοῦς οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προ­σκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει
ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προ­σκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ
ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται ἀλλὰ πορεύ­ομαι ἵνα ἐξυπνίσω αὐτόν
εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ κύριε εἰ κεκοίμηται σωθή­σε­ται
εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει
τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν
καὶ χαίρω δι᾿ ὑμᾶς ἵνα πιστεύ­σητε ὅτι οὐκ ἤμην ἐκεῖ ἀλλὰ ἄγωμεν προ­̀ς αὐτόν
εἶπεν οὖν Θωμᾶς ὁ λεγό­με­νος Δίδυμος τοῖς συμμαθηταῖς ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀπο­θάνωμεν μετ᾿ αὐτοῦ
ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσ­σαρας ἤδη ἡμέρας ἔχον­τα ἐν τῷ μνημείῳ
ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπο­̀ σταδίων δεκαπέν­τε
πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν προ­̀ς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παρα­μυθήσων­ται αὐτὰς περὶ τοῦ ἀδελφοῦ
ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήν­τησεν αὐτῷ Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο
εἶπεν οὖν ἡ Μάρθα προ­̀ς τὸν Ἰησοῦν κύριε εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου
ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός
λέγει αὐτῇ ὁ Ἰησοῦς ἀναστή­σε­ται ὁ ἀδελφός σου
λέγει αὐτῷ ἡ Μάρθα οἶδα ὅτι ἀναστή­σε­ται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
εἶπεν αὐτῇ ὁ Ἰησοῦς ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή ὁ πιστεύ­ων εἰς ἐμὲ κἂν ἀπο­θάνῃ ζή­σε­ται
καὶ πᾶς ὁ ζῶν καὶ πιστεύ­ων εἰς ἐμὲ οὐ μὴ ἀπο­θάνῃ εἰς τὸν αἰῶνα πιστεύ­εις τοῦτο
λέγει αὐτῷ ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχό­με­νος
καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε
ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο προ­̀ς αὐτόν
οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην ἀλλ᾿ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήν­τησεν αὐτῷ ἡ Μάρθα
οἱ οὖν Ἰουδαῖοι οἱ ὄν­τες μετ᾿ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παρα­μυθούμενοι αὐτήν ἰδόν­τες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ δόξαν­τες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ
ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ προ­̀ς τοὺς πόδας λέγουσα αὐτῷ κύριε εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός
Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συν­ελθόν­τας αὐτῇ Ἰουδαίους κλαίον­τας ἐνεβριμήσατο τῷ πνεύ­ματι καὶ ἐτάραξεν ἑαυτόν
καὶ εἶπεν ποῦ τεθείκατε αὐτόν λέγουσιν αὐτῷ κύριε ἔρχου καὶ ἴδε
ἐδάκρυσεν ὁ Ἰησοῦς
ἔλεγον οὖν οἱ Ἰουδαῖοι ἴδε πῶς ἐφίλει αὐτόν
τινὲς δὲ ἐξ αὐτῶν εἶπαν οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀπο­θάνῃ
Ἰησοῦς οὖν πάλιν ἐμβριμώ­με­νος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ
λέγει ὁ Ἰησοῦς ἄρατε τὸν λίθον λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν
λέγει αὐτῇ ὁ Ἰησοῦς οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύ­σῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ
ἦραν οὖν τὸν λίθον ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου
ἐγὼ δὲ ᾔδειν ὅτι πάν­τοτέ μου ἀκούεις ἀλλὰ δια­̀ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύ­σωσιν ὅτι σύ με ἀπέστειλας
καὶ ταῦτα εἰπὼν φωνῇ μεγά­λῃ ἐκραύγασεν Λάζαρε δεῦρο ἔξω
ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο λέγει αὐτοῖς ὁ Ἰησοῦς λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν
πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόν­τες προ­̀ς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπι­́στευσαν εἰς αὐτόν
τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον προ­̀ς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς
συν­ήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συν­έδριον καὶ ἔλεγον τί ποι­οῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα
ἐὰν ἀφῶμεν αὐτὸν οὕτως πάν­τες πιστεύ­σουσιν εἰς αὐτόν καὶ ἐλεύ­σον­ται οἱ ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος
εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν αὐτοῖς ὑμεῖς οὐκ οἴδατε οὐδέν
οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀπο­θάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπό­ληται
τοῦτο δὲ ἀφ᾿ ἑαυτοῦ οὐκ εἶπεν ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπρο­φήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀπο­θνῄσκειν ὑπὲρ τοῦ ἔθνους
καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾿ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συν­αγάγῃ εἰς ἕν
ἀπ᾿ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύ­σαν­το ἵνα ἀπο­κτείνωσιν αὐτόν
ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραὶμ λεγομένην πόλιν κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν
ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας προ­̀ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς
ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾿ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες τί δοκεῖ ὑμῖν ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν
δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐν­τολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ ὅπως πιάσωσιν αὐτόν
Толкования стиха Скопировать ссылку Скопировать текст Προσθήκη στα αγαπημένα
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible