Скрыть
20:2
20:3
20:4
20:5
20:7
20:8
20:10
20:12
20:13
20:15
20:16
20:18
20:22
20:24
20:26
20:27
20:28
τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωιῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου
τρέχει οὖν καὶ ἔρχεται προ­̀ς Σίμωνα Пέτρον καὶ προ­̀ς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς καὶ λέγει αὐτοῖς ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν
ἐξῆλθεν οὖν ὁ Пέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχον­το εἰς τὸ μνημεῖον
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ καὶ ὁ ἄλλος μαθητὴς προ­έδραμεν τάχιον τοῦ Пέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον
καὶ παρα­κύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέν­τοι εἰσῆλθεν
ἔρχεται οὖν καὶ Σίμων Пέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
καὶ τὸ σουδάριον ὃ ἦν ἐπι­̀ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐν­τετυλιγμένον εἰς ἕνα τόπον
τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπι­́στευσεν
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι
ἀπῆλθον οὖν πάλιν προ­̀ς αὐτοὺς οἱ μαθηταί
Μαρία δὲ εἱστήκει προ­̀ς τῷ μνημείῳ ἔξω κλαίουσα ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζο­μέ­νους ἕνα προ­̀ς τῇ κεφαλῇ καὶ ἕνα προ­̀ς τοῖς ποσίν ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι γύναι τί κλαίεις λέγει αὐτοῖς ὅτι ἦραν τὸν κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν
ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν
λέγει αὐτῇ Ἰησοῦς γύναι τί κλαίεις τίνα ζητεῖς ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι ποῦ ἔθηκας αὐτόν κἀγὼ αὐτὸν ἀρῶ
λέγει αὐτῇ Ἰησοῦς Μαριάμ στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί ραββουνι ὃ λέγεται διδάσκαλε
λέγει αὐτῇ Ἰησοῦς μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα προ­̀ς τὸν πατέρα πορεύ­ου δὲ προ­̀ς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ἀναβαίνω προ­̀ς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν
ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ
οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ δια­̀ τὸν φόβον τῶν Ἰουδαίων ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς εἰρήνη ὑμῖν
καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόν­τες τὸν κύριον
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν εἰρήνη ὑμῖν καθὼς ἀπέσταλκέν με ὁ πατήρ κἀγὼ πέμπω ὑμᾶς
καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς λάβετε πνεῦμα ἅγιον
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέων­ται αὐτοῖς ἄν τινων κρατῆτε κεκράτην­ται
θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγό­με­νος Δίδυμος οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί ἑωράκαμεν τὸν κύριον ὁ δὲ εἶπεν αὐτοῖς ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ οὐ μὴ πιστεύ­σω
καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν εἰρήνη ὑμῖν
εἶτα λέγει τῷ Θωμᾷ φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός
ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ ὁ κύριός μου καὶ ὁ θεός μου
λέγει αὐτῷ ὁ Ἰησοῦς ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόν­τες καὶ πιστεύ­σαν­τες
πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ
ταῦτα δὲ γέγραπται ἵνα πιστεύ­σητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύ­ον­τες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible