Скрыть
2:1
2:2
2:3
2:4
2:5
2:6
2:7
2:8
2:9
2:10
2:11
2:12
2:15
2:16
2:18
2:20
2:21
2:23
καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ
ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον
καὶ ὑστερήσαν­τος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ προ­̀ς αὐτόν οἶνον οὐκ ἔχουσιν
καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς τί ἐμοὶ καὶ σοί γύναι οὔπω ἥκει ἡ ὥρα μου
λέγει ἡ μήτηρ αὐτοῦ τοῖς δια­κόνοις ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε
ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατα­̀ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς
λέγει αὐτοῖς ὁ Ἰησοῦς γεμίσατε τὰς ὑδρίας ὕδα­τος καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω
καὶ λέγει αὐτοῖς ἀν­τλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ οἱ δὲ ἤνεγκαν
ὡς δὲ ἐγεύ­σατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον καὶ οὐκ ᾔδει πόθεν ἐστίν οἱ δὲ δια­́κονοι ᾔδεισαν οἱ ἠν­τληκότες τὸ ὕδωρ φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
καὶ λέγει αὐτῷ πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσ­σω σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι
ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ καὶ ἐπι­́στευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ
μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας
καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς
καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦν­τας βόας καὶ προ­́βατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθη­μέ­νους
καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάν­τας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε προ­́βατα καὶ τοὺς βόας καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν
καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν ἄρατε ταῦτα ἐν­τεῦθεν μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου
ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν ὁ ζῆλος τοῦ οἴκου σου κατα­φάγεταί με
ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν
εἶπαν οὖν οἱ Ἰουδαῖοι τεσ­σεράκον­τα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν
ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώμα­τος αὐτοῦ
ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν καὶ ἐπι­́στευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς
ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ πολλοὶ ἐπι­́στευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦν­τες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει
αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπι­́στευεν αὐτὸν αὐτοῖς δια­̀ τὸ αὐτὸν γινώσκειν πάν­τας
καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible