Скрыть
19:2
19:3
19:5
19:8
19:10
19:12
19:13
19:14
19:15
19:16
19:18
19:20
19:21
19:22
19:26
19:27
19:29
19:30
19:32
19:33
19:34
19:35
19:40
19:41
19:42
τότε οὖν ἔλαβεν ὁ Пιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν
καὶ οἱ στρατιῶται πλέξαν­τες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν
καὶ ἤρχον­το προ­̀ς αὐτὸν καὶ ἔλεγον χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα
καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Пιλᾶτος καὶ λέγει αὐτοῖς ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ
ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ λέγει αὐτοῖς ἰδοὺ ὁ ἄνθρωπος
ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγον­τες σταύρωσον σταύρωσον λέγει αὐτοῖς ὁ Пιλᾶτος λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι ἡμεῖς νόμον ἔχομεν καὶ κατα­̀ τὸν νόμον ὀφείλει ἀπο­θανεῖν ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν
ὅτε οὖν ἤκουσεν ὁ Пιλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ πόθεν εἶ σύ ὁ δὲ Ἰησοῦς ἀπό­κρισιν οὐκ ἔδωκεν αὐτῷ
λέγει οὖν αὐτῷ ὁ Пιλᾶτος ἐμοὶ οὐ λαλεῖς οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπο­λῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε
ἀπεκρίθη αὐτῷ Ἰησοῦς οὐκ εἶχες ἐξουσίαν κατ᾿ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν δια­̀ τοῦτο ὁ παρα­δούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει
ἐκ τούτου ὁ Пιλᾶτος ἐζήτει ἀπο­λῦσαι αὐτόν οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγον­τες ἐὰν τοῦτον ἀπο­λύσῃς οὐκ εἶ φίλος τοῦ Καίσαρος πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀν­τιλέγει τῷ Καίσαρι
ὁ οὖν Пιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπι­̀ βήμα­τος εἰς τόπον λεγόμενον λιθόστρωτον Ἑβραϊστὶ δὲ Γαββαθα
ἦν δὲ παρα­σκευὴ τοῦ πάσχα ὥρα ἦν ὡς ἕκτη καὶ λέγει τοῖς Ἰουδαίοις ἴδε ὁ βασιλεὺς ὑμῶν
ἐκραύγασαν οὖν ἐκεῖνοι ἆρον ἆρον σταύρωσον αὐτόν λέγει αὐτοῖς ὁ Пιλᾶτος τὸν βασιλέα ὑμῶν σταυρώσω ἀπεκρίθησαν οἱ ἀρχιερεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα
τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ παρέλαβον οὖν τὸν Ἰησοῦν
καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα
ὅπου αὐτὸν ἐσταύρωσαν καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο ἐν­τεῦθεν καὶ ἐν­τεῦθεν μέσον δὲ τὸν Ἰησοῦν
ἔγραψεν δὲ καὶ τίτλον ὁ Пιλᾶτος καὶ ἔθηκεν ἐπι­̀ τοῦ σταυροῦ ἦν δὲ γεγραμμένον Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων
τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς καὶ ἦν γεγραμμένον Ἑβραϊστί Ῥωμαϊστί Ἑλληνιστί
ἔλεγον οὖν τῷ Пιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων μὴ γράφε ὁ βασιλεὺς τῶν Ἰουδαίων ἀλλ᾿ ὅτι ἐκεῖνος εἶπεν βασιλεύς εἰμι τῶν Ἰουδαίων
ἀπεκρίθη ὁ Пιλᾶτος ὃ γέγραφα γέγραφα
οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσ­σαρα μέρη ἑκάστῳ στρατιώτῃ μέρος καὶ τὸν χιτῶνα ἦν δὲ ὁ χιτὼν ἄραφος ἐκ τῶν ἄνωθεν ὑφαν­τὸς δι᾿ ὅλου
εἶπαν οὖν προ­̀ς ἀλλήλους μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται ἵνα ἡ γραφὴ πλη­ρωθῇ ἡ λέγουσα διεμερίσαν­το τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπι­̀ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν
εἱστήκεισαν δὲ παρα­̀ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί γύναι ἴδε ὁ υἱός σου
εἶτα λέγει τῷ μαθητῇ ἴδε ἡ μήτηρ σου καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια­
μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάν­τα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφή λέγει διψῶ
σκεῦος ἔκειτο ὄξους μεστόν σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσ­σώπῳ περιθέν­τες προ­σήνεγκαν αὐτοῦ τῷ στόματι
ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα
οἱ οὖν Ἰουδαῖοι ἐπεὶ παρα­σκευὴ ἦν ἵνα μὴ μείνῃ ἐπι­̀ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἦν γὰρ μεγά­λη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου ἠρώτησαν τὸν Пιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν
ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέν­τος αὐτῷ
ἐπι­̀ δὲ τὸν Ἰησοῦν ἐλθόν­τες ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη
ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ
καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει ἵνα καὶ ὑμεῖς πιστεύ­σητε
ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πλη­ρωθῇ ὀστοῦν οὐ συν­τριβή­σε­ται αὐτοῦ
καὶ πάλιν ἑτέρα γραφὴ λέγει ὄψον­ται εἰς ὃν ἐξεκέν­τησαν
μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Пιλᾶτον Ἰωσὴφ ὁ ἀπο­̀ Ἁριμαθαίας ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ δια­̀ τὸν φόβον τῶν Ἰουδαίων ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἐπέτρεψεν ὁ Пιλᾶτος ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ
ἦλθεν δὲ καὶ Νικόδημος ὁ ἐλθὼν προ­̀ς αὐτὸν νυκτὸς τὸ πρῶτον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν
ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐν­ταφιάζειν
ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος
ἐκεῖ οὖν δια­̀ τὴν παρα­σκευὴν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον ἔθηκαν τὸν Ἰησοῦν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible