Скрыть
16:1
16:2
16:6
16:8
16:9
16:10
16:12
16:14
16:16
16:17
16:18
16:19
16:20
16:21
16:24
16:25
16:28
16:29
16:30
16:31
ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε
ἀπο­συν­αγώγους ποιήσουσιν ὑμᾶς ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀπο­κτείνας ὑμᾶς δόξῃ λατρείαν προ­σφέρειν τῷ θεῷ
καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ
ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύ­ητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ᾿ ὑμῶν ἤμην
νῦν δὲ ὑπάγω προ­̀ς τὸν πέμψαν­τά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις
ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλή­ρωκεν ὑμῶν τὴν καρδίαν
ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω ὁ παρα­́κλητος οὐκ ἐλεύ­­σε­ται προ­̀ς ὑμᾶς ἐὰν δὲ πορευθῶ πέμψω αὐτὸν προ­̀ς ὑμᾶς
καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως
περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύ­ουσιν εἰς ἐμέ
περὶ δικαιοσύνης δέ ὅτι προ­̀ς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με
περὶ δὲ κρίσεως ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται
ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι
ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ οὐ γὰρ λαλήσει ἀφ᾿ ἑαυτοῦ ἀλλ᾿ ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν
ἐκεῖνος ἐμὲ δοξάσει ὅτι ἐκ τοῦ ἐμοῦ λήμψ­σε­ται καὶ ἀναγγελεῖ ὑμῖν
πάν­τα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν δια­̀ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν
μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με
εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ προ­̀ς ἀλλήλους τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με καί ὅτι ὑπάγω προ­̀ς τὸν πατέρα
ἔλεγον οὖν τί ἐστιν τοῦτο ὃ λέγει τὸ μικρόν οὐκ οἴδαμεν τί λαλεῖ
ἔγνω ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν καὶ εἶπεν αὐτοῖς περὶ τούτου ζητεῖτε μετ᾿ ἀλλήλων ὅτι εἶπον μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ὁ δὲ κόσμος χαρή­σε­ται ὑμεῖς λυπηθήσεσθε ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενή­σε­ται
ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύ­ει τῆς θλίψεως δια­̀ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον
καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρή­σε­ται ὑμῶν ἡ καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν
καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμῖν ἄν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν
ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου αἰτεῖτε καὶ λήμψεσθε ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπλη­ρωμένη
ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν
αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύ­κατε ὅτι ἐγὼ παρα­̀ τοῦ θεοῦ ἐξῆλθον
ἐξῆλθον παρα­̀ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύ­ομαι προ­̀ς τὸν πατέρα
λέγουσιν οἱ μαθηταὶ αὐτοῦ ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις
νῦν οἴδαμεν ὅτι οἶδας πάν­τα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ ἐν τούτῳ πιστεύ­ομεν ὅτι ἀπο­̀ θεοῦ ἐξῆλθες
ἀπεκρίθη αὐτοῖς Ἰησοῦς ἄρτι πιστεύ­ετε
ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκασ­τος εἰς τὰ ἴδια­ κἀμὲ μόνον ἀφῆτε καὶ οὐκ εἰμὶ μόνος ὅτι ὁ πατὴρ μετ᾿ ἐμοῦ ἐστιν
ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε ἀλλὰ θαρσεῖτε ἐγὼ νενίκηκα τὸν κόσμον
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible