Скрыть
1:2
1:4
1:7
1:8
1:10
1:21
1:22
1:24
1:25
1:26
1:27
1:28
1:30
1:33
1:34
1:35
1:36
1:37
1:38
1:39
1:40
1:41
1:43
1:44
1:46
1:47
1:48
1:49
1:50
ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν προ­̀ς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος
οὗτος ἦν ἐν ἀρχῇ προ­̀ς τὸν θεόν
πάν­τα δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν
ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν
ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρα­̀ θεοῦ ὄνομα αὐτῷ Ἰωάννης
οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός ἵνα πάν­τες πιστεύ­σωσιν δι᾿ αὐτοῦ
οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός
ἦν τὸ φῶς τὸ ἀληθινόν ὃ φωτίζει πάν­τα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον
ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω
εἰς τὰ ἴδια­ ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον
ὅσοι δὲ ἔλαβον αὐτόν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύ­ουσιν εἰς τὸ ὄνομα αὐτοῦ
οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήμα­τος σαρκὸς οὐδὲ ἐκ θελήμα­τος ἀνδρὸς ἀλλ᾿ ἐκ θεοῦ ἐγεννήθησαν
καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογενοῦς παρα­̀ πατρός πλή­ρης χάριτος καὶ ἀληθείας
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων οὗτος ἦν ὃν εἶπον ὁ ὀπίσω μου ἐρχό­με­νος ἔμπρο­σθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν
ὅτι ἐκ τοῦ πλη­ρώμα­τος αὐτοῦ ἡμεῖς πάν­τες ἐλάβομεν καὶ χάριν ἀν­τὶ χάριτος
ὅτι ὁ νόμος δια­̀ Μωϋσέως ἐδόθη ἡ χάρις καὶ ἡ ἀλήθεια δια­̀ Ἰησοῦ Χριστοῦ ἐγένετο
θεὸν οὐδεὶς ἑώρακεν πώποτε μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο
καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν προ­̀ς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν σὺ τίς εἶ
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός
καὶ ἠρώτησαν αὐτόν τί οὖν σύ Ἠλίας εἶ καὶ λέγει οὐκ εἰμί ὁ προ­φήτης εἶ σύ καὶ ἀπεκρίθη οὔ
εἶπαν οὖν αὐτῷ τίς εἶ ἵνα ἀπό­κρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς τί λέγεις περὶ σεαυτοῦ
ἔφη ἐγὼ φωνὴ βοῶν­τος ἐν τῇ ἐρήμῳ εὐθύνατε τὴν ὁδὸν κυρίου καθὼς εἶπεν Ἠσαΐας ὁ προ­φήτης
καὶ ἀπεσταλ­μέ­νοι ἦσαν ἐκ τῶν Φαρισαίων
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προ­φήτης
ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε
ὁ ὀπίσω μου ἐρχό­με­νος οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάν­τα τοῦ ὑποδήμα­τος
ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων
τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον προ­̀ς αὐτόν καὶ λέγει ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου
οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπρο­σθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν
κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ δια­̀ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων
καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα κατα­βαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ᾿ αὐτόν
κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα κατα­βαῖνον καὶ μένον ἐπ᾿ αὐτόν οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύ­ματι ἁγίῳ
κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ
τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦν­τι λέγει ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦν­τος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ
στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασά­με­νος αὐτοὺς ἀκολουθοῦν­τας λέγει αὐτοῖς τί ζητεῖτε οἱ δὲ εἶπαν αὐτῷ ῥαββί ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε ποῦ μένεις
λέγει αὐτοῖς ἔρχεσθε καὶ ὄψεσθε ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην ὥρα ἦν ὡς δεκάτη
ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Пέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάν­των παρα­̀ Ἰωάννου καὶ ἀκολουθησάν­των αὐτῷ
εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ εὑρήκαμεν τὸν Μεσ­σίαν ὅ ἐστιν μεθερμηνευόμενον Χριστός
ἤγαγεν αὐτὸν προ­̀ς τὸν Ἰησοῦν ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου σὺ κληθήσῃ Κηφᾶς ὃ ἑρμηνεύ­εται Пέτρος
τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς ἀκολούθει μοι
ἦν δὲ ὁ Φίλιππος ἀπο­̀ Βηθσαϊδά ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Пέτρου
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προ­φῆται εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπο­̀ Ναζαρέτ
καὶ εἶπεν αὐτῷ Ναθαναήλ ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι λέγει αὐτῷ ὁ Φίλιππος ἔρχου καὶ ἴδε
εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον προ­̀ς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν
λέγει αὐτῷ Ναθαναήλ πόθεν με γινώσκεις ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ προ­̀ τοῦ σε Φίλιππον φωνῆσαι ὄν­τα ὑπὸ τὴν συκῆν εἶδόν σε
ἀπεκρίθη αὐτῷ Ναθαναήλ ῥαββί σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύ­εις μείζω τούτων ὄψῃ
καὶ λέγει αὐτῷ ἀμὴν ἀμὴν λέγω ὑμῖν ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνον­τας καὶ κατα­βαίνον­τας ἐπι­̀ τὸν υἱὸν τοῦ ἀνθρώπου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible