Скрыть
1:1
1:8
1:10
1:14
1:20
1:27
ὅρασις ἣν εἶδεν Ησαιας υἱὸς Αμως ἣν εἶδεν κατα­̀ τῆς Ιουδαίας καὶ κατα­̀ Ιερουσαλημ ἐν βασιλείᾳ Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου οἳ ἐβασίλευσαν τῆς Ιουδαίας
ἄκουε οὐρανέ καὶ ἐνωτίζου γῆ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν
ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ Ισραηλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συν­ῆκεν
οὐαὶ ἔθνος ἁμαρτωλόν λαὸς πλή­ρης ἁμαρτιῶν σπέρμα πονηρόν υἱοὶ ἄνομοι ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ισραηλ
τί ἔτι πλη­γῆτε προ­στιθέν­τες ἀνομίαν πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην
ἀπο­̀ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πλη­γὴ φλεγμαίνουσα οὐκ ἔστιν μάλαγμα ἐπι­θεῖναι οὔτε ἔλαιον οὔτε κατα­δέσμους
ἡ γῆ ὑμῶν ἔρημος αἱ πόλεις ὑμῶν πυρίκαυστοι τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων
ἐγκατα­λειφθή­σε­ται ἡ θυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ ὡς πόλις πολιορκουμένη
καὶ εἰ μὴ κύριος σαβαωθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σοδομα ἂν ἐγενήθημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώθημεν
ἀκούσατε λόγον κυρίου ἄρχον­τες Σοδομων προ­σέχετε νόμον θεοῦ λαὸς Γομορρας
τί μοι πλῆ­θος τῶν θυσιῶν ὑμῶν λέγει κύριος πλή­ρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι
οὐδ᾿ ἐὰν ἔρχησθε ὀφθῆναί μοι τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν πατεῖν τὴν αὐλήν μου
οὐ προ­σθήσεσθε ἐὰν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοί ἐστιν τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγά­λην οὐκ ἀνέχομαι νηστείαν καὶ ἀργίαν
καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου ἐγενήθητέ μοι εἰς πλη­σμονήν οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν
ὅταν τὰς χεῖρας ἐκτείνητε προ­́ς με ἀπο­στρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν καὶ ἐὰν πλη­θύνητε τὴν δέησιν οὐκ εἰσακούσομαι ὑμῶν αἱ γὰρ χεῖρες ὑμῶν αἵμα­τος πλή­ρεις
λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπο­̀ τῶν ψυχῶν ὑμῶν ἀπέναν­τι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπο­̀ τῶν πονηριῶν ὑμῶν
μάθετε καλὸν ποιεῖν ἐκζητήσατε κρίσιν ῥύσασθε ἀδικούμενον κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν
καὶ δεῦτε καὶ διελεγχθῶμεν λέγει κύριος καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν ὡς χιόνα λευκανῶ ἐὰν δὲ ὦσιν ὡς κόκκινον ὡς ἔριον λευκανῶ
καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε
ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου μάχαιρα ὑμᾶς κατέδεται τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα
πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιων πλή­ρης κρίσεως ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ νῦν δὲ φονευταί
τὸ ἀργύριον ὑμῶν ἀδόκιμον οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι
οἱ ἄρχον­τές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν ἀγαπῶν­τες δῶρα διώκον­τες ἀν­ταπόδομα ὀρφανοῖς οὐ κρίνον­τες καὶ κρίσιν χηρῶν οὐ προ­σέχον­τες
δια­̀ τοῦτο τάδε λέγει ὁ δεσπότης κύριος σαβαωθ οὐαὶ οἱ ἰσχύον­τες Ισραηλ οὐ παύ­σε­ται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναν­τίοις καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω
καὶ ἐπάξω τὴν χεῖρά μου ἐπι­̀ σὲ καὶ πυρώσω σε εἰς καθαρόν τοὺς δὲ ἀπειθοῦν­τας ἀπο­λέσω καὶ ἀφελῶ πάν­τας ἀνόμους ἀπο­̀ σοῦ καὶ πάν­τας ὑπερηφάνους ταπεινώσω
καὶ ἐπι­στήσω τοὺς κριτάς σου ὡς τὸ προ­́τερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾿ ἀρχῆς καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης μητρόπολις πιστὴ Σιων
μετὰ γὰρ κρίμα­τος σωθή­σε­ται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης
καὶ συν­τριβήσον­ται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οἱ ἐγκατα­λείπον­τες τὸν κύριον συν­τελεσθήσον­ται
διότι αἰσχυνθήσον­ται ἐπι­̀ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλον­το καὶ ἐπῃσχύνθησαν ἐπι­̀ τοῖς κήποις αὐτῶν ἃ ἐπεθύμησαν
ἔσον­ται γὰρ ὡς τερέβινθος ἀπο­βεβληκυῖα τὰ φύλλα καὶ ὡς παρα­́δεισος ὕδωρ μὴ ἔχων
καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός καὶ κατα­καυθήσον­ται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible