Скрыть
1:3
1:6
1:8
λόγος κυρίου ὃς ἐγενήθη προ­̀ς Ωσηε τὸν τοῦ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ
ἀρχὴ λόγου κυρίου προ­̀ς Ωσηε καὶ εἶπεν κύριος προ­̀ς Ωσηε βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας διότι ἐκπορνεύ­ουσα ἐκπορνεύ­σει ἡ γῆ ἀπο­̀ ὄπισθεν τοῦ κυρίου
καὶ ἐπορεύ­θη καὶ ἔλαβεν τὴν Γομερ θυγατέρα Δεβηλαιμ καὶ συν­έλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν
καὶ εἶπεν κύριος προ­̀ς αὐτόν κάλεσον τὸ ὄνομα αὐτοῦ Ιεζραελ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ιεζραελ ἐπι­̀ τὸν οἶκον Ιου καὶ κατα­παύσω βασιλείαν οἴκου Ισραηλ
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συν­τρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ
καὶ συν­έλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα καὶ εἶπεν αὐτῷ κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ-ἠλεημένη διότι οὐ μὴ προ­σθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ισραηλ ἀλλ᾿ ἢ ἀν­τιτασ­σό­με­νος ἀν­τιτάξομαι αὐτοῖς
τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν
καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ-ἠλεημένην καὶ συν­έλαβεν ἔτι καὶ ἔτεκεν υἱόν
καὶ εἶπεν κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ-λαόσ-μου διότι ὑμεῖς οὐ λαός μου καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν
2:1καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ισραηλ ὡς ἡ ἄμμος τῆς θαλάσ­σης ἣ οὐκ ἐκμετρηθή­σε­ται οὐδὲ ἐξαριθμηθή­σε­ται καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσον­ται υἱοὶ θεοῦ ζῶν­τος
2:2καὶ συν­αχθήσον­ται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπι­̀ τὸ αὐτὸ καὶ θήσον­ται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσον­ται ἐκ τῆς γῆς ὅτι μεγά­λη ἡ ἡμέρα τοῦ Ιεζραελ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible