Скрыть
7:2
7:3
7:4
7:7
7:8
7:9
7:10
7:12
7:13
7:15
7:16
7:20
7:23
7:24
οὗτος γὰρ ὁ Μελχισέδεκ βασιλεὺς Σαλήμ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου ὁ συν­αν­τήσας Ἀβραὰμ ὑποστρέφον­τι ἀπο­̀ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν
ᾧ καὶ δεκάτην ἀπο­̀ πάν­των ἐμέρισεν Ἀβραάμ πρῶτον μὲν ἑρμηνευό­με­νος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ ὅ ἐστιν βασιλεὺς εἰρήνης
ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές
θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης
καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνον­τες ἐν­τολὴν ἔχουσιν ἀπο­δεκατοῦν τὸν λαὸν κατα­̀ τὸν νόμον τοῦτ᾿ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ
ὁ δὲ μὴ γενεαλογού­με­νος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ καὶ τὸν ἔχον­τα τὰς ἐπαγγελίας εὐλόγηκεν
χωρὶς δὲ πάσης ἀν­τιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται
καὶ ὧδε μὲν δεκάτας ἀπο­θνῄσκον­τες ἄνθρωποι λαμβάνουσιν ἐκεῖ δὲ μαρτυρού­με­νος ὅτι ζῇ
καὶ ὡς ἔπος εἰπεῖν δι᾿ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται
ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συν­ήν­τησεν αὐτῷ Μελχισέδεκ
εἰ μὲν οὖν τελείωσις δια­̀ τῆς Λευιτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ᾿ αὐτῆς νενομοθέτηται τίς ἔτι χρεία κατα­̀ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατα­̀ τὴν τάξιν Ἀαρὼν λέγεσθαι
μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται
ἐφ᾿ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν ἀφ᾿ ἧς οὐδεὶς προ­σέσχηκεν τῷ θυσιαστηρίῳ
προ­́δηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν
καὶ περισ­σότερον ἔτι κατα­́δηλόν ἐστιν εἰ κατα­̀ τὴν ὁμοι­ότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος
ὃς οὐ κατα­̀ νόμον ἐν­τολῆς σαρκίνης γέγονεν ἀλλὰ κατα­̀ δύναμιν ζωῆς ἀκατα­λύτου
μαρτυρεῖται γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατα­̀ τὴν τάξιν Μελχισέδεκ
ἀθέτησις μὲν γὰρ γίνεται προ­αγούσης ἐν­τολῆς δια­̀ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές
οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι᾿ ἧς ἐγγίζομεν τῷ θεῷ
καὶ καθ᾿ ὅσον οὐ χωρὶς ὁρκωμοσίας οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες
ὁ δὲ μετὰ ὁρκωμοσίας δια­̀ τοῦ λέγον­τος προ­̀ς αὐτόν ὤμοσεν κύριος καὶ οὐ μεταμεληθή­σε­ται σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
κατα­̀ τοσοῦτο καὶ κρείττονος δια­θήκης γέγονεν ἔγγυος Ἰησοῦς
καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς δια­̀ τὸ θανάτῳ κωλύεσθαι παρα­μένειν
ὁ δὲ δια­̀ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαρα­́βατον ἔχει τὴν ἱερωσύνην
ὅθεν καὶ σῴζειν εἰς τὸ παν­τελὲς δύναται τοὺς προ­σερχο­μέ­νους δι᾿ αὐτοῦ τῷ θεῷ πάν­τοτε ζῶν εἰς τὸ ἐν­τυγχάνειν ὑπὲρ αὐτῶν
τοι­οῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς ὅσιος ἄκακος ἀμίαν­τος κεχωρισμένος ἀπο­̀ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενό­με­νος
ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς προ­́τερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας
ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχον­τας ἀσθένειαν ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible