Скрыть
6:1
6:2
6:3
6:5
6:7
6:9
6:11
6:12
6:18
διὸ ἀφέν­τες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπι­̀ τὴν τελειότητα φερώμεθα μὴ πάλιν θεμέλιον κατα­βαλλόμενοι μετανοίας ἀπο­̀ νεκρῶν ἔργων καὶ πίστεως ἐπι­̀ θεόν
βαπτισμῶν διδαχῆς ἐπι­θέσεώς τε χειρῶν ἀναστάσεώς τε νεκρῶν καὶ κρίμα­τος αἰωνίου
καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπι­τρέπῃ ὁ θεός
ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέν­τας γευσα­μέ­νους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέν­τας πνεύ­μα­τος ἁγίου
καὶ καλὸν γευσα­μέ­νους θεοῦ ῥῆμα δυνάμεις τε μέλλον­τος αἰῶνος
καὶ παρα­πεσόν­τας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν ἀνασταυροῦν­τας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παρα­δειγματίζον­τας
γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾿ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾿ οὓς καὶ γεωργεῖται μεταλαμβάνει εὐλογίας ἀπο­̀ τοῦ θεοῦ
ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατα­́ρας ἐγγύς ἧς τὸ τέλος εἰς καῦσιν
πεπείσμεθα δὲ περὶ ὑμῶν ἀγαπητοί τὰ κρείσ­σονα καὶ ἐχόμενα σωτηρίας εἰ καὶ οὕτως λαλοῦμεν
οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπι­λαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ δια­κονήσαν­τες τοῖς ἁγίοις καὶ δια­κονοῦν­τες
ἐπι­θυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν προ­̀ς τὴν πλη­ροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους
ἵνα μὴ νωθροὶ γένησθε μιμηταὶ δὲ τῶν δια­̀ πίστεως καὶ μακροθυμίας κληρο­νο­μούν­των τὰς ἐπαγγελίας
τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλά­με­νος ὁ θεός ἐπεὶ κατ᾿ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι ὤμοσεν καθ᾿ ἑαυτοῦ
λέγων εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πλη­θύνων πλη­θυνῶ σε
καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας
ἄνθρωποι γὰρ κατα­̀ τοῦ μείζονος ὀμνύουσιν καὶ πάσης αὐτοῖς ἀν­τιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος
ἐν ᾧ περισ­σότερον βουλό­με­νος ὁ θεὸς ἐπι­δεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ
ἵνα δια­̀ δύο πραγμάτων ἀμεταθέτων ἐν οἷς ἀδύνατον ψεύ­σασθαι τὸν θεόν ἰσχυρὰν παρα­́κλησιν ἔχωμεν οἱ κατα­φυγόν­τες κρατῆσαι τῆς προ­κειμένης ἐλπίδος
ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ κατα­πετάσμα­τος
ὅπου προ­́δρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατα­̀ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενό­με­νος εἰς τὸν αἰῶνα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible