Скрыть
4:1
4:6
4:8
4:10
4:11
φοβηθῶμεν οὖν μήποτε κατα­λειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατα­́παυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι
καὶ γάρ ἐσμεν εὐηγγελισ­μέ­νοι καθάπερ κἀκεῖνοι ἀλλ᾿ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκερασ­μέ­νους τῇ πίστει τοῖς ἀκούσασιν
εἰσερχόμεθα γὰρ εἰς τὴν κατα­́παυσιν οἱ πιστεύ­σαν­τες καθὼς εἴρηκεν ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου εἰ εἰσελεύ­σον­ται εἰς τὴν κατα­́παυσίν μου καίτοι τῶν ἔργων ἀπο­̀ κατα­βολῆς κόσμου γενηθέν­των
εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπο­̀ πάν­των τῶν ἔργων αὐτοῦ
καὶ ἐν τούτῳ πάλιν εἰ εἰσελεύ­σον­ται εἰς τὴν κατα­́παυσίν μου
ἐπεὶ οὖν ἀπο­λείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν καὶ οἱ προ­́τερον εὐαγγελισθέν­τες οὐκ εἰσῆλθον δι᾿ ἀπείθειαν
πάλιν τινὰ ὁρίζει ἡμέραν σήμερον ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον καθὼς προ­είρηται σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν
εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας
ἄρα ἀπο­λείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ
ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατα­́παυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπο­̀ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπο­̀ τῶν ἰδίων ὁ θεός
σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατα­́παυσιν ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας
ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνού­με­νος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύ­μα­τος ἁρμῶν τε καὶ μυελῶν καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας
καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ πάν­τα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ προ­̀ς ὃν ἡμῖν ὁ λόγος
ἔχον­τες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ κρατῶμεν τῆς ὁμολογίας
οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν πεπειρασμένον δὲ κατα­̀ πάν­τα καθ᾿ ὁμοι­ότητα χωρὶς ἁμαρτίας
προ­σερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible