Скрыть
2:1
2:16
δια­̀ τοῦτο δεῖ περισ­σοτέρως προ­σέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν μήποτε παρα­ρυῶμεν
εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παρα­́βασις καὶ παρα­κοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν
πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαν­τες σωτηρίας ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι δια­̀ τοῦ κυρίου ὑπὸ τῶν ἀκουσάν­των εἰς ἡμᾶς ἐβεβαιώθη
συν­επιμαρτυροῦν­τος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύ­μα­τος ἁγίου μερισμοῖς κατα­̀ τὴν αὐτοῦ θέλησιν
οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν περὶ ἧς λαλοῦμεν
διεμαρτύρατο δέ πού τις λέγων τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπι­σκέπτῃ αὐτόν
ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν
πάν­τα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ ἐν τῷ γὰρ ὑποτάξαι αὐτῷ τὰ πάν­τα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάν­τα ὑποτεταγμένα
τὸν δὲ βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν δια­̀ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον ὅπως χάριτι θεοῦ ὑπὲρ παν­τὸς γεύ­σηται θανάτου
ἔπρεπεν γὰρ αὐτῷ δι᾿ ὃν τὰ πάν­τα καὶ δι᾿ οὗ τὰ πάν­τα πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόν­τα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν δια­̀ παθημάτων τελειῶσαι
ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάν­τες δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν
λέγων ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε
καὶ πάλιν ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός
ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵμα­τος καὶ σαρκός καὶ αὐτὸς παρα­πλη­σίως μετέσχεν τῶν αὐτῶν ἵνα δια­̀ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχον­τα τοῦ θανάτου τοῦτ᾿ ἔστιν τὸν δια­́βολον
καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου δια­̀ παν­τὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας
οὐ γὰρ δήπου ἀγγέλων ἐπι­λαμβάνεται ἀλλὰ σπέρμα­τος Ἀβραὰμ ἐπι­λαμβάνεται
ὅθεν ὤφειλεν κατα­̀ πάν­τα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ προ­̀ς τὸν θεόν εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ
ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς δύναται τοῖς πειραζο­μέ­νοις βοηθῆσαι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible