Скрыть
1:2
1:4
1:5
1:7
1:8
1:10
1:11
1:12
1:13
1:15
1:17
1:19
1:20
1:23
1:25
1:30
ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
ἡ δὲ γῆ ἦν ἀόρα­τος καὶ ἀκατα­σκεύ­ασ­τος καὶ σκότος ἐπάνω τῆς ἀβύσ­σου καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδα­τος
καὶ εἶπεν ὁ θεός γενηθήτω φῶς καὶ ἐγένετο φῶς
καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους
καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα μία
καὶ εἶπεν ὁ θεός γενηθήτω στε­ρέ­ωμα ἐν μέσῳ τοῦ ὕδα­τος καὶ ἔστω δια­χωρίζον ἀνὰ μέσον ὕδα­τος καὶ ὕδα­τος καὶ ἐγένετο οὕτως
καὶ ἐποίησεν ὁ θεὸς τὸ στε­ρέ­ωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδα­τος ὃ ἦν ὑποκάτω τοῦ στε­ρεώ­μα­τος καὶ ἀνὰ μέσον τοῦ ὕδα­τος τοῦ ἐπάνω τοῦ στε­ρεώ­μα­τος
καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στε­ρέ­ωμα οὐρανόν καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα δευτέρα
καὶ εἶπεν ὁ θεός συν­αχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συν­αγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά καὶ ἐγένετο οὕτως καὶ συν­ήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συν­αγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρά
καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσ­σας καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν
καὶ εἶπεν ὁ θεός βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατα­̀ γένος καὶ καθ᾿ ὁμοι­ότητα καὶ ξύλον κάρπιμον ποι­οῦν καρπόν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατα­̀ γένος ἐπι­̀ τῆς γῆς καὶ ἐγένετο οὕτως
καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατα­̀ γένος καὶ καθ᾿ ὁμοι­ότητα καὶ ξύλον κάρπιμον ποι­οῦν καρπόν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατα­̀ γένος ἐπι­̀ τῆς γῆς καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν
καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τρίτη
καὶ εἶπεν ὁ θεός γενηθήτωσαν φωστῆρες ἐν τῷ στε­ρεώ­ματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς τοῦ δια­χωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτὸς καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς
καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στε­ρεώ­ματι τοῦ οὐρανοῦ ὥστε φαίνειν ἐπι­̀ τῆς γῆς καὶ ἐγένετο οὕτως
καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγά­λους τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσ­σω εἰς ἀρχὰς τῆς νυκτός καὶ τοὺς ἀστέρας
καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στε­ρεώ­ματι τοῦ οὐρανοῦ ὥστε φαίνειν ἐπι­̀ τῆς γῆς
καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ δια­χωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν
καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τετάρτη
καὶ εἶπεν ὁ θεός ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπι­̀ τῆς γῆς κατα­̀ τὸ στε­ρέ­ωμα τοῦ οὐρανοῦ καὶ ἐγένετο οὕτως
καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγά­λα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν ἃ ἐξήγαγεν τὰ ὕδατα κατα­̀ γένη αὐτῶν καὶ πᾶν πετεινὸν πτερωτὸν κατα­̀ γένος καὶ εἶδεν ὁ θεὸς ὅτι καλά
καὶ ηὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πλη­θύνεσθε καὶ πλη­ρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσ­σαις καὶ τὰ πετεινὰ πλη­θυνέσθωσαν ἐπι­̀ τῆς γῆς
καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα πέμπτη
καὶ εἶπεν ὁ θεός ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατα­̀ γένος τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατα­̀ γένος καὶ ἐγένετο οὕτως
καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατα­̀ γένος καὶ τὰ κτήνη κατα­̀ γένος καὶ πάν­τα τὰ ἑρπετὰ τῆς γῆς κατα­̀ γένος αὐτῶν καὶ εἶδεν ὁ θεὸς ὅτι καλά
καὶ εἶπεν ὁ θεός ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσ­σης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάν­των τῶν ἑρπετῶν τῶν ἑρπόν­των ἐπι­̀ τῆς γῆς
καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς
καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πλη­θύνεσθε καὶ πλη­ρώσατε τὴν γῆν καὶ κατα­κυριεύ­σατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσ­σης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάν­των τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάν­των τῶν ἑρπετῶν τῶν ἑρπόν­των ἐπι­̀ τῆς γῆς
καὶ εἶπεν ὁ θεός ἰδοὺ δέδωκα ὑμῖν πᾶν χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρμα­τος σπορίμου ὑμῖν ἔσται εἰς βρῶσιν
καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παν­τὶ ἑρπετῷ τῷ ἕρπον­τι ἐπι­̀ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς πάν­τα χόρτον χλωρὸν εἰς βρῶσιν καὶ ἐγένετο οὕτως
καὶ εἶδεν ὁ θεὸς τὰ πάν­τα ὅσα ἐποίησεν καὶ ἰδοὺ καλὰ λίαν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα ἕκτη
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible