Скрыть
2:1
2:5
2:8
2:9
2:11
2:13
2:15
2:18
ἔπειτα δια­̀ δεκατεσ­σάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαρα­λαβὼν καὶ Τίτον
ἀνέβην δὲ κατα­̀ ἀπο­κάλυψιν καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσ­σω ἐν τοῖς ἔθνεσιν κατ᾿ ἰδίαν δὲ τοῖς δοκοῦσιν μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον
ἀλλ᾿ οὐδὲ Τίτος ὁ σὺν ἐμοί Ἕλλην ὤν ἠναγκάσθη περιτμηθῆναι
δια­̀ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες παρεισῆλθον κατα­σκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ ἵνα ἡμᾶς κατα­δουλώσουσιν
οἷς οὐδὲ προ­̀ς ὥραν εἴξαμεν τῇ ὑποταγῇ ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου δια­μείνῃ προ­̀ς ὑμᾶς
ἀπο­̀ δὲ τῶν δοκούν­των εἶναί τι ὁποῖοί ποτε ἦσαν οὐδέν μοι δια­φέρει προ­́σωπον ὁ θεὸς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκοῦν­τες οὐδὲν προ­σανέθεν­το
ἀλλὰ τοὐναν­τίον ἰδόν­τες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Пέτρος τῆς περιτομῆς
ὁ γὰρ ἐνεργήσας Пέτρῳ εἰς ἀπο­στολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη
καὶ γνόν­τες τὴν χάριν τὴν δοθεῖσάν μοι Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης οἱ δοκοῦν­τες στῦλοι εἶναι δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας ἵνα ἡμεῖς εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν
μόνον τῶν πτωχῶν ἵνα μνημονεύ­ωμεν ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι
ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀν­τιόχειαν κατα­̀ προ­́σωπον αὐτῷ ἀν­τέστην ὅτι κατεγνωσμένος ἦν
προ­̀ τοῦ γὰρ ἐλθεῖν τινας ἀπο­̀ Ἰακώβου μετὰ τῶν ἐθνῶν συν­ήσθιεν ὅτε δὲ ἦλθον ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν φοβού­με­νος τοὺς ἐκ περιτομῆς
καὶ συν­υπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι ὥστε καὶ Βαρναβᾶς συν­απήχθη αὐτῶν τῇ ὑποκρίσει
ἀλλ᾿ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν προ­̀ς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου εἶπον τῷ Κηφᾷ ἔμπρο­σθεν πάν­των εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς ζῇς πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν
ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί
εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ δια­̀ πίστεως Ἰησοῦ Χριστοῦ καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπι­στεύ­σαμεν ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθή­σε­ται πᾶσα σάρξ
εἰ δὲ ζητοῦν­τες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί ἆρα Χριστὸς ἁμαρτίας δια­́κονος μὴ γένοιτο
εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ παρα­βάτην ἐμαυτὸν συνιστάνω
ἐγὼ γὰρ δια­̀ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω Χριστῷ συν­εσταύρωμαι
ζῶ δὲ οὐκέτι ἐγώ ζῇ δὲ ἐν ἐμοὶ Χριστός ὃ δὲ νῦν ζῶ ἐν σαρκί ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαν­τός με καὶ παρα­δόν­τος ἑαυτὸν ὑπὲρ ἐμοῦ
οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ εἰ γὰρ δια­̀ νόμου δικαιοσύνη ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible