Скрыть
1:5
1:7
1:8
1:9
1:11
1:12
1:13
1:17
1:19
1:21
1:22
1:23
1:25
καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπι­̀ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἠνοίχθησαν οἱ οὐρανοί καὶ εἶδον ὁράσεις θεοῦ
πέμπτῃ τοῦ μηνός τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ιωακιμ
καὶ ἐγένετο λόγος κυρίου προ­̀ς Ιεζεκιηλ υἱὸν Βουζι τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπι­̀ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ κυρίου
καὶ εἶδον καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπο­̀ βορρᾶ καὶ νεφέλη μεγά­λη ἐν αὐτῷ καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς καὶ φέγγος ἐν αὐτῷ
καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσ­σάρων ζῴων καὶ αὕτη ἡ ὅρασις αὐτῶν ὁμοίωμα ἀνθρώπου ἐπ᾿ αὐτοῖς
καὶ τέσ­σαρα προ­́σωπα τῷ ἑνί καὶ τέσ­σαρες πτέρυγες τῷ ἑνί
καὶ τὰ σκέλη αὐτῶν ὀρθά καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν
καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπι­̀ τὰ τέσ­σαρα μέρη αὐτῶν καὶ τὰ προ­́σωπα αὐτῶν τῶν τεσ­σάρων
οὐκ ἐπεστρέφον­το ἐν τῷ βαδίζειν αὐτά ἕκαστον κατέναν­τι τοῦ προ­σώπου αὐτῶν ἐπορεύ­ον­το
καὶ ὁμοίωσις τῶν προ­σώπων αὐτῶν προ­́σωπον ἀνθρώπου καὶ προ­́σωπον λέον­τος ἐκ δεξιῶν τοῖς τέσ­σαρσιν καὶ προ­́σωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσ­σαρσιν καὶ προ­́σωπον ἀετοῦ τοῖς τέσ­σαρσιν
καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσ­σαρσιν ἑκατέρῳ δύο συν­εζευγμέναι προ­̀ς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώμα­τος αὐτῶν
καὶ ἑκάτερον κατα­̀ προ­́σωπον αὐτοῦ ἐπορεύ­ετο οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύ­ον­το καὶ οὐκ ἐπέστρεφον
καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τῶν ζῴων καὶ φέγγος τοῦ πυρός καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύ­ετο ἀστραπή
καὶ εἶδον καὶ ἰδοὺ τροχὸς εἷς ἐπι­̀ τῆς γῆς ἐχό­με­νος τῶν ζῴων τοῖς τέσ­σαρσιν
καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσις καὶ ὁμοίωμα ἓν τοῖς τέσ­σαρσιν καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ
ἐπι­̀ τὰ τέσ­σαρα μέρη αὐτῶν ἐπορεύ­ον­το οὐκ ἐπέστρεφον ἐν τῷ πορεύ­εσθαι αὐτὰ
οὐδ᾿ οἱ νῶτοι αὐτῶν καὶ ὕψος ἦν αὐτοῖς καὶ εἶδον αὐτά καὶ οἱ νῶτοι αὐτῶν πλή­ρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσ­σαρσιν
καὶ ἐν τῷ πορεύ­εσθαι τὰ ζῷα ἐπορεύ­ον­το οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπο­̀ τῆς γῆς ἐξῄρον­το οἱ τροχοί
οὗ ἂν ἦν ἡ νεφέλη ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύ­εσθαι ἐπορεύ­ον­το τὰ ζῷα καὶ οἱ τροχοὶ καὶ ἐξῄρον­το σὺν αὐτοῖς διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς
ἐν τῷ πορεύ­εσθαι αὐτὰ ἐπορεύ­ον­το καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπο­̀ τῆς γῆς ἐξῄρον­το σὺν αὐτοῖς ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς
καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτοῖς τῶν ζῴων ὡσεὶ στε­ρέ­ωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπι­̀ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν
καὶ ὑποκάτω τοῦ στε­ρεώ­μα­τος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι πτερυσ­σόμεναι ἑτέρα τῇ ἑτέρᾳ ἑκάστῳ δύο συν­εζευγμέναι ἐπι­καλύπτουσαι τὰ σώματα αὐτῶν
καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύ­εσθαι αὐτὰ ὡς φωνὴν ὕδα­τος πολλοῦ καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν
καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στε­ρεώ­μα­τος τοῦ ὄν­τος ὑπὲρ κεφαλῆς αὐτῶν
ὡς ὅρασις λίθου σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾿ αὐτοῦ καὶ ἐπι­̀ τοῦ ὁμοιώμα­τος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν
καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπο­̀ ὁράσεως ὀσφύος καὶ ἐπάνω καὶ ἀπο­̀ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ
ὡς ὅρασις τόξου ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν αὕτη ἡ ὅρασις ὁμοιώμα­τος δόξης κυρίου καὶ εἶδον καὶ πίπτω ἐπι­̀ προ­́σωπόν μου καὶ ἤκουσα φωνὴν λαλοῦν­τος
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible