Скрыть
6:2
6:6
6:7
6:10
6:13
6:15
6:16
6:22
6:23
6:24
τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ τοῦτο γάρ ἐστιν δίκαιον
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐν­τολὴ πρώτη ἐν ἐπαγγελίᾳ
ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπι­̀ τῆς γῆς
καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου
οἱ δοῦλοι ὑπακούετε τοῖς κατα­̀ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ
μὴ κατ᾿ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ᾿ ὡς δοῦλοι Χριστοῦ ποι­οῦν­τες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς
μετ᾿ εὐνοίας δουλεύ­ον­τες ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις
εἰδότες ὅτι ἕκασ­τος ἐάν τι ποιήσῃ ἀγαθόν τοῦτο κομί­σε­ται παρα­̀ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύ­θερος
καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε προ­̀ς αὐτούς ἀνιέν­τες τὴν ἀπειλήν εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προ­σωπολημψία οὐκ ἔστιν παρ᾿ αὐτῷ
τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ προ­̀ς τὸ δύνασθαι ὑμᾶς στῆναι προ­̀ς τὰς μεθοδείας τοῦ δια­βόλου
ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη προ­̀ς αἷμα καὶ σάρκα ἀλλὰ προ­̀ς τὰς ἀρχάς προ­̀ς τὰς ἐξουσίας προ­̀ς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου προ­̀ς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις
δια­̀ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀν­τιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαν­τα κατεργασάμενοι στῆναι
στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης
καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης
ἐν πᾶσιν ἀναλαβόν­τες τὸν θυρεὸν τῆς πίστεως ἐν ᾧ δυνήσεσθε πάν­τα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι
καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύ­μα­τος ὅ ἐστιν ῥῆμα θεοῦ
δια­̀ πάσης προ­σευχῆς καὶ δεήσεως προ­σευχόμενοι ἐν παν­τὶ καιρῷ ἐν πνεύ­ματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦν­τες ἐν πάσῃ προ­σκαρτερήσει καὶ δεήσει περὶ πάν­των τῶν ἁγίων
καὶ ὑπὲρ ἐμοῦ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου
ὑπὲρ οὗ πρεσβεύ­ω ἐν ἁλύσει ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι
ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾿ ἐμέ τί πράσ­σω πάν­τα γνωρίσει ὑμῖν τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς δια­́κονος ἐν κυρίῳ
ὃν ἔπεμψα προ­̀ς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρα­καλέσῃ τὰς καρδίας ὑμῶν
εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπο­̀ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ
ἡ χάρις μετὰ πάν­των τῶν ἀγαπών­των τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible