Скрыть
2:3
2:6
2:11
2:16
2:19
καὶ ὑμᾶς ὄν­τας νεκροὺς τοῖς παρα­πτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν
ἐν αἷς ποτε περιεπατήσατε κατα­̀ τὸν αἰῶνα τοῦ κόσμου τούτου κατα­̀ τὸν ἄρχον­τα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύ­μα­τος τοῦ νῦν ἐνεργοῦν­τος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας
ἐν οἷς καὶ ἡμεῖς πάν­τες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπι­θυμίαις τῆς σαρκὸς ἡμῶν ποι­οῦν­τες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν δια­νοιῶν καὶ ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί
ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει δια­̀ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς
καὶ ὄν­τας ἡμᾶς νεκροὺς τοῖς παρα­πτώμασιν συν­εζωοποίησεν τῷ Χριστῷ χάριτί ἐστε σεσῳσ­μέ­νοι
καὶ συν­ήγειρεν καὶ συν­εκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ
ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχο­μέ­νοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ
τῇ γὰρ χάριτί ἐστε σεσῳσ­μέ­νοι δια­̀ πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν θεοῦ τὸ δῶρον
οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται
αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέν­τες ἐν Χριστῷ Ἰησοῦ ἐπι­̀ ἔργοις ἀγαθοῖς οἷς προ­ητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν
διὸ μνημονεύ­ετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου
ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριω­μέ­νοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν δια­θηκῶν τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχον­τες καὶ ἄθεοι ἐν τῷ κόσμῳ
νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄν­τες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ
αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ
τὸν νόμον τῶν ἐν­τολῶν ἐν δόγμασιν καταργήσας ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην
καὶ ἀπο­κατα­λλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ δια­̀ τοῦ σταυροῦ ἀπο­κτείνας τὴν ἔχθραν ἐν αὐτῷ
καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς
ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προ­σαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύ­ματι προ­̀ς τὸν πατέρα
ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ
ἐποικοδομηθέν­τες ἐπι­̀ τῷ θεμελίῳ τῶν ἀπο­στόλων καὶ προ­φητῶν ὄν­τος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ
ἐν ᾧ πᾶσα οἰκοδομὴ συν­αρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ
ἐν ᾧ καὶ ὑμεῖς συν­οικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύ­ματι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible