Скрыть
1:2
1:5
1:8
1:12
1:15
1:19
1:23
Пαῦλος ἀπό­στολος Χριστοῦ Ἰησοῦ δια­̀ θελήμα­τος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ
χάρις ὑμῖν καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ
καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ προ­̀ κατα­βολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ
προ­ορίσας ἡμᾶς εἰς υἱοθεσίαν δια­̀ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν κατα­̀ τὴν εὐδοκίαν τοῦ θελήμα­τος αὐτοῦ
εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ
ἐν ᾧ ἔχομεν τὴν ἀπο­λύτρωσιν δια­̀ τοῦ αἵμα­τος αὐτοῦ τὴν ἄφεσιν τῶν παρα­πτωμάτων κατα­̀ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ
ἧς ἐπερίσ­σευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει
γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήμα­τος αὐτοῦ κατα­̀ τὴν εὐδοκίαν αὐτοῦ ἣν προ­έθετο ἐν αὐτῷ
εἰς οἰκο­νο­μίαν τοῦ πλη­ρώμα­τος τῶν καιρῶν ἀνακεφαλαιώσασθαι τὰ πάν­τα ἐν τῷ Χριστῷ τὰ ἐπι­̀ τοῖς οὐρανοῖς καὶ τὰ ἐπι­̀ τῆς γῆς ἐν αὐτῷ
ἐν ᾧ καὶ ἐκληρώθημεν προ­ορισθέν­τες κατα­̀ προ­́θεσιν τοῦ τὰ πάν­τα ἐνεργοῦν­τος κατα­̀ τὴν βουλὴν τοῦ θελήμα­τος αὐτοῦ
εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προ­ηλπικότας ἐν τῷ Χριστῷ
ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαν­τες τὸν λόγον τῆς ἀληθείας τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν ἐν ᾧ καὶ πιστεύ­σαν­τες ἐσφραγίσθητε τῷ πνεύ­ματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ
ὅ ἐστιν ἀρραβὼν τῆς κληρο­νο­μίας ἡμῶν εἰς ἀπο­λύτρωσιν τῆς περιποιήσεως εἰς ἔπαινον τῆς δόξης αὐτοῦ
δια­̀ τοῦτο κἀγώ ἀκούσας τὴν καθ᾿ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάν­τας τοὺς ἁγίους
οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποι­ού­με­νος ἐπι­̀ τῶν προ­σευχῶν μου
ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀπο­καλύψεως ἐν ἐπι­γνώσει αὐτοῦ
πεφωτισ­μέ­νους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρο­νο­μίας αὐτοῦ ἐν τοῖς ἁγίοις
καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύ­ον­τας κατα­̀ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ
ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παν­τὸς ὀνόμα­τος ὀνομαζο­μέ­νου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλον­τι
καὶ πάν­τα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάν­τα τῇ ἐκκλησίᾳ
ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ τὸ πλή­ρωμα τοῦ τὰ πάν­τα ἐν πᾶσιν πλη­ρου­μέ­νου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible