Скрыть
1:4
1:5
1:6
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:18
ῥήματα ᾿Εκκλησιαστοῦ υἱοῦ Δαυιδ βασιλέως Ισραηλ ἐν Ιερουσαλημ
ματαιότης ματαιοτήτων εἶπεν ὁ ᾿Εκκλησιαστής ματαιότης ματαιοτήτων τὰ πάν­τα ματαιότης
τίς περισ­σεία τῷ ἀνθρώπῳ ἐν παν­τὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον
γενεὰ πορεύ­εται καὶ γενεὰ ἔρχεται καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν
καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει
ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύ­εται προ­̀ς νότον καὶ κυκλοῖ προ­̀ς βορρᾶν κυκλοῖ κυκλῶν πορεύ­εται τὸ πνεῦμα καὶ ἐπι­̀ κύκλους αὐτοῦ ἐπι­στρέφει τὸ πνεῦμα
πάν­τες οἱ χείμαρροι πορεύ­ον­ται εἰς τὴν θάλασ­σαν καὶ ἡ θάλασ­σα οὐκ ἔσται ἐμπιμπλαμένη εἰς τόπον οὗ οἱ χείμαρροι πορεύ­ον­ται ἐκεῖ αὐτοὶ ἐπι­στρέφουσιν τοῦ πορευθῆναι
πάν­τες οἱ λόγοι ἔγκοποι οὐ δυνή­σε­ται ἀνὴρ τοῦ λαλεῖν καὶ οὐκ ἐμπλη­σθή­σε­ται ὀφθαλμὸς τοῦ ὁρᾶν καὶ οὐ πλη­ρωθή­σε­ται οὖς ἀπο­̀ ἀκροάσεως
τί τὸ γεγονός αὐτὸ τὸ γενησόμενον καὶ τί τὸ πεποιημένον αὐτὸ τὸ ποιηθησόμενον καὶ οὐκ ἔστιν πᾶν προ­́σφατον ὑπὸ τὸν ἥλιον
ὃς λαλήσει καὶ ἐρεῖ ἰδὲ τοῦτο καινόν ἐστιν ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν τοῖς γενο­μέ­νοις ἀπο­̀ ἔμπρο­σθεν ἡμῶν
οὐκ ἔστιν μνήμη τοῖς πρώτοις καί γε τοῖς ἐσχάτοις γενο­μέ­νοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην
ἐγὼ ᾿Εκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπι­̀ Ισραηλ ἐν Ιερουσαλημ
καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατα­σκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάν­των τῶν γινομένων ὑπὸ τὸν οὐρανόν ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώπου τοῦ περισπᾶσθαι ἐν αὐτῷ
εἶδον σὺν πάν­τα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον καὶ ἰδοὺ τὰ πάν­τα ματαιότης καὶ προ­αίρεσις πνεύ­μα­τος
διεστραμμένον οὐ δυνή­σε­ται τοῦ ἐπι­κοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνή­σε­ται τοῦ ἀριθμηθῆναι
ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τῷ λέγειν ἐγὼ ἰδοὺ ἐμεγαλύνθην καὶ προ­σέθηκα σοφίαν ἐπι­̀ πᾶσιν οἳ ἐγένον­το ἔμπρο­σθέν μου ἐν Ιερουσαλημ καὶ καρδία μου εἶδεν πολλά σοφίαν καὶ γνῶσιν
καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν παρα­βολὰς καὶ ἐπι­στήμην ἔγνων ὅτι καί γε τοῦτ᾿ ἔστιν προ­αίρεσις πνεύ­μα­τος
ὅτι ἐν πλή­θει σοφίας πλῆ­θος γνώσεως καὶ ὁ προ­στιθεὶς γνῶσιν προ­σθήσει ἄλγημα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible