Скрыть
4:1
4:4
4:7
4:8
4:9
4:10
4:11
4:12
4:13
4:14
4:15
4:16
4:17
4:18
οἱ κύριοι τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ
τῇ προ­σευχῇ προ­σκαρτερεῖτε γρηγοροῦν­τες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ
προ­σευχόμενοι ἅμα καὶ περὶ ἡμῶν ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ δι᾿ ὃ καὶ δέδεμαι
ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι
ἐν σοφίᾳ περιπατεῖτε προ­̀ς τοὺς ἔξω τὸν καιρὸν ἐξαγοραζόμενοι
ὁ λόγος ὑμῶν πάν­τοτε ἐν χάριτι ἅλατι ἠρτυμένος εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀπο­κρίνεσθαι
τὰ κατ᾿ ἐμὲ πάν­τα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς δια­́κονος καὶ σύνδουλος ἐν κυρίῳ
ὃν ἔπεμψα προ­̀ς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρα­καλέσῃ τὰς καρδίας ὑμῶν
σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ ὅς ἐστιν ἐξ ὑμῶν πάν­τα ὑμῖν γνωρίσουσιν τὰ ὧδε
ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συν­αιχμάλωτός μου καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ περὶ οὗ ἐλάβετε ἐν­τολάς ἐὰν ἔλθῃ προ­̀ς ὑμᾶς δέξασθε αὐτόν
καὶ Ἰησοῦς ὁ λεγό­με­νος Ἰοῦστος οἱ ὄν­τες ἐκ περιτομῆς οὗτοι μόνοι συν­εργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ οἵτινες ἐγενήθησάν μοι παρηγορία
ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ Ἰησοῦ πάν­τοτε ἀγωνιζό­με­νος ὑπὲρ ὑμῶν ἐν ταῖς προ­σευχαῖς ἵνα σταθῆτε τέλειοι καὶ πεπλη­ροφορη­μέ­νοι ἐν παν­τὶ θελήματι τοῦ θεοῦ
μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει
ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς
ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ᾿ οἶκον αὐτῆς ἐκκλησίαν
καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπι­στολή ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε
καὶ εἴπατε Ἀρχίππῳ βλέπε τὴν δια­κονίαν ἣν παρέλαβες ἐν κυρίῳ ἵνα αὐτὴν πλη­ροῖς
ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Пαύλου μνημονεύ­ετέ μου τῶν δεσμῶν ἡ χάρις μεθ᾿ ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible