Скрыть
3:7
3:14
3:21
3:23
3:24
εἰ οὖν συν­ηγέρθητε τῷ Χριστῷ τὰ ἄνω ζητεῖτε οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθή­με­νος
τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπι­̀ τῆς γῆς
ἀπεθάνετε γάρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ
ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ
νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπι­̀ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πάθος ἐπι­θυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία
δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπι­̀ τοὺς υἱοὺς τῆς ἀπειθείας
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις
νυνὶ δὲ ἀπό­θεσθε καὶ ὑμεῖς τὰ πάν­τα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ τοῦ στόμα­τος ὑμῶν
μὴ ψεύ­δεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπι­́γνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαν­τος αὐτόν
ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος σκύθης δοῦλος ἐλεύ­θερος ἀλλὰ τὰ πάν­τα καὶ ἐν πᾶσιν Χριστός
ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπη­μέ­νοι σπλάγχνα οἰκτιρμοῦ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν
ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις προ­́ς τινα ἔχῃ μομφήν καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς
ἐπι­̀ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος
καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε
ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκον­τες καὶ νουθετοῦν­τες ἑαυτοὺς ψαλμοῖς ὕμνοις ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδον­τες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ
καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ πάν­τα ἐν ὀνόματι κυρίου Ἰησοῦ εὐχαριστοῦν­τες τῷ θεῷ πατρὶ δι᾿ αὐτοῦ
αἱ γυναῖκες ὑποτάσ­σεσθε τοῖς ἀνδράσιν ὡς ἀνῆκεν ἐν κυρίῳ
οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε προ­̀ς αὐτάς
τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν κατα­̀ πάν­τα τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ
οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυμῶσιν
οἱ δοῦλοι ὑπακούετε κατα­̀ πάν­τα τοῖς κατα­̀ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλίᾳ ὡς ἀνθρωπάρεσκοι ἀλλ᾿ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν κύριον
ὃ ἐὰν ποιῆτε ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις
εἰδότες ὅτι ἀπο­̀ κυρίου ἀπο­λήμψεσθε τὴν ἀν­ταπόδοσιν τῆς κληρο­νο­μίας τῷ κυρίῳ Χριστῷ δουλεύ­ετε
ὁ γὰρ ἀδικῶν κομί­σε­ται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προ­σωπολημψία
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible