Скрыть
2:1
2:4
2:6
2:21
2:23
θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ προ­́σωπόν μου ἐν σαρκί
ἵνα παρα­κληθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέν­τες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πλη­ροφορίας τῆς συν­έσεως εἰς ἐπι­́γνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ Χριστοῦ
ἐν ᾧ εἰσιν πάν­τες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπό­κρυφοι
τοῦτο λέγω ἵνα μηδεὶς ὑμᾶς παρα­λογίζηται ἐν πιθανολογίᾳ
εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι ἀλλὰ τῷ πνεύ­ματι σὺν ὑμῖν εἰμι χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στε­ρέ­ωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν
ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον ἐν αὐτῷ περιπατεῖτε
ἐρριζω­μέ­νοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε περισ­σεύ­ον­τες ἐν εὐχαριστίᾳ
βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν δια­̀ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατα­̀ τὴν παρα­́δοσιν τῶν ἀνθρώπων κατα­̀ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατα­̀ Χριστόν
ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλή­ρωμα τῆς θεότητος σωματικῶς
καὶ ἐστὲ ἐν αὐτῷ πεπλη­ρω­μέ­νοι ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας
ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώμα­τος τῆς σαρκός ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ
συν­ταφέν­τες αὐτῷ ἐν τῷ βαπτισμῷ ἐν ᾧ καὶ συν­ηγέρθητε δια­̀ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραν­τος αὐτὸν ἐκ νεκρῶν
καὶ ὑμᾶς νεκροὺς ὄν­τας ἐν τοῖς παρα­πτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν συν­εζωοποίησεν ὑμᾶς σὺν αὐτῷ χαρισά­με­νος ἡμῖν πάν­τα τὰ παρα­πτώματα
ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναν­τίον ἡμῖν καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προ­σηλώσας αὐτὸ τῷ σταυρῷ
ἀπεκδυσά­με­νος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύ­σας αὐτοὺς ἐν αὐτῷ
μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων
ἅ ἐστιν σκιὰ τῶν μελλόν­των τὸ δὲ σῶμα τοῦ Χριστοῦ
μηδεὶς ὑμᾶς κατα­βραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων ἃ ἑόρακεν ἐμβατεύ­ων εἰκῇ φυσιού­με­νος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ
καὶ οὐ κρατῶν τὴν κεφαλήν ἐξ οὗ πᾶν τὸ σῶμα δια­̀ τῶν ἁφῶν καὶ συν­δέσμων ἐπι­χορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ
εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπο­̀ τῶν στοιχείων τοῦ κόσμου τί ὡς ζῶν­τες ἐν κόσμῳ δογματίζεσθε
μὴ ἅψῃ μηδὲ γεύ­σῃ μηδὲ θίγῃς
ἅ ἐστιν πάν­τα εἰς φθορὰν τῇ ἀπο­χρήσει κατα­̀ τὰ ἐν­τάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων
ἅτινά ἐστιν λόγον μὲν ἔχον­τα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώμα­τος οὐκ ἐν τιμῇ τινι προ­̀ς πλη­σμονὴν τῆς σαρκός
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible