Скрыть
1:1
1:2
1:5
1:7
1:8
1:21
1:23
Пαῦλος ἀπό­στολος Χριστοῦ Ἰησοῦ δια­̀ θελήμα­τος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
τοῖς ἐν Κολοσ­σαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ χάρις ὑμῖν καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς ἡμῶν
εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάν­τοτε περὶ ὑμῶν προ­σευχόμενοι
ἀκούσαν­τες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάν­τας τοὺς ἁγίους
δια­̀ τὴν ἐλπίδα τὴν ἀπο­κειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς ἣν προ­ηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
τοῦ παρόν­τος εἰς ὑμᾶς καθὼς καὶ ἐν παν­τὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν ἀφ᾿ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ
καθὼς ἐμάθετε ἀπο­̀ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συν­δούλου ἡμῶν ὅς ἐστιν πιστὸς ὑπὲρ ὑμῶν δια­́κονος τοῦ Χριστοῦ
ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύ­ματι
δια­̀ τοῦτο καὶ ἡμεῖς ἀφ᾿ ἧς ἡμέρας ἠκούσαμεν οὐ παυόμεθα ὑπὲρ ὑμῶν προ­σευχόμενοι καὶ αἰτούμενοι ἵνα πλη­ρωθῆτε τὴν ἐπι­́γνωσιν τοῦ θελήμα­τος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συν­έσει πνευματικῇ
περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παν­τὶ ἔργῳ ἀγαθῷ καρποφοροῦν­τες καὶ αὐξανόμενοι τῇ ἐπι­γνώσει τοῦ θεοῦ
ἐν πάσῃ δυνάμει δυναμούμενοι κατα­̀ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς
εὐχαριστοῦν­τες τῷ πατρὶ τῷ ἱκανώσαν­τι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί
ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ
ἐν ᾧ ἔχομεν τὴν ἀπο­λύτρωσιν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως
ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάν­τα ἐν τοῖς οὐρανοῖς καὶ ἐπι­̀ τῆς γῆς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι τὰ πάν­τα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται
καὶ αὐτός ἐστιν προ­̀ πάν­των καὶ τὰ πάν­τα ἐν αὐτῷ συν­έστηκεν
καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώμα­τος τῆς ἐκκλησίας ὅς ἐστιν ἀρχή πρωτότοκος ἐκ τῶν νεκρῶν ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύ­ων
ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλή­ρωμα κατοικῆσαι
καὶ δι᾿ αὐτοῦ ἀπο­κατα­λλάξαι τὰ πάν­τα εἰς αὐτόν εἰρηνοποιήσας δια­̀ τοῦ αἵμα­τος τοῦ σταυροῦ αὐτοῦ δι᾿ αὐτοῦ εἴτε τὰ ἐπι­̀ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς
καὶ ὑμᾶς ποτε ὄν­τας ἀπηλλοτριω­μέ­νους καὶ ἐχθροὺς τῇ δια­νοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς
νυνὶ δὲ ἀπο­κατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ δια­̀ τοῦ θανάτου παρα­στῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ
εἴ γε ἐπι­μένετε τῇ πίστει τεθεμελιω­μέ­νοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπο­̀ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε τοῦ κηρυχθέν­τος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν οὗ ἐγενόμην ἐγὼ Пαῦλος δια­́κονος
νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν καὶ ἀν­ταναπλη­ρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώμα­τος αὐτοῦ ὅ ἐστιν ἡ ἐκκλησία
ἧς ἐγενόμην ἐγὼ δια­́κονος κατα­̀ τὴν οἰκο­νο­μίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πλη­ρῶσαι τὸν λόγον τοῦ θεοῦ
τὸ μυστήριον τὸ ἀπο­κεκρυμμένον ἀπο­̀ τῶν αἰώνων καὶ ἀπο­̀ τῶν γενεῶν νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ
οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν ἡ ἐλπὶς τῆς δόξης
ὃν ἡμεῖς κατα­γγέλλομεν νουθετοῦν­τες πάν­τα ἄνθρωπον καὶ διδάσκον­τες πάν­τα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ ἵνα παρα­στήσωμεν πάν­τα ἄνθρωπον τέλειον ἐν Χριστῷ
εἰς ὃ καὶ κοπιῶ ἀγωνιζό­με­νος κατα­̀ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible