Скрыть
5:1
5:2
5:4
5:5
5:6
5:7
5:8
5:9
5:10
5:11
5:13
5:15
5:16
5:17
5:18
5:19
5:21
5:22
5:23
5:24
5:25
5:26
5:27
5:33
5:34
5:35
5:40
5:42
ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
καὶ ἐνοσφίσατο ἀπο­̀ τῆς τιμῆς συν­ειδυίης καὶ τῆς γυναικός καὶ ἐνέγκας μέρος τι παρα­̀ τοὺς πόδας τῶν ἀπο­στόλων ἔθηκεν
εἶπεν δὲ ὁ Пέτρος Ἁνανία δια­̀ τί ἐπλή­ρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύ­σασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπο­̀ τῆς τιμῆς τοῦ χωρίου
οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο οὐκ ἐψεύ­σω ἀνθρώποις ἀλλὰ τῷ θεῷ
ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν καὶ ἐγένετο φόβος μέγας ἐπι­̀ πάν­τας τοὺς ἀκούον­τας
ἀναστάν­τες δὲ οἱ νεώτεροι συν­έστειλαν αὐτὸν καὶ ἐξενέγκαν­τες ἔθαψαν
ἐγένετο δὲ ὡς ὡρῶν τριῶν δια­́στημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν
ἀπεκρίθη δὲ προ­̀ς αὐτὴν Пέτρος εἰπέ μοι εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε ἡ δὲ εἶπεν ναί τοσούτου
ὁ δὲ Пέτρος προ­̀ς αὐτήν τί ὅτι συν­εφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου ἰδοὺ οἱ πόδες τῶν θαψάν­των τὸν ἄνδρα σου ἐπι­̀ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε
ἔπεσεν δὲ παρα­χρῆμα προ­̀ς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν εἰσελθόν­τες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν καὶ ἐξενέγκαν­τες ἔθαψαν προ­̀ς τὸν ἄνδρα αὐτῆς
καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπι­̀ πάν­τας τοὺς ἀκούον­τας ταῦτα
δια­̀ δὲ τῶν χειρῶν τῶν ἀπο­στόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαν­τες ἐν τῇ Στοᾷ Σολομῶν­τος
τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς ἀλλ᾿ ἐμεγά­λυνεν αὐτοὺς ὁ λαός
μᾶλλον δὲ προ­σετίθεν­το πιστεύ­ον­τες τῷ κυρίῳ πλή­θη ἀνδρῶν τε καὶ γυναικῶν
ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπι­̀ κλιναρίων καὶ κραβάττων ἵνα ἐρχο­μέ­νου Пέτρου κἂν ἡ σκιὰ ἐπι­σκιάσῃ τινὶ αὐτῶν
συν­ήρχετο δὲ καὶ τὸ πλῆ­θος τῶν πέριξ πόλεων Ἰερουσαλήμ φέρον­τες ἀσθενεῖς καὶ ὀχλου­μέ­νους ὑπὸ πνευμάτων ἀκαθάρτων οἵτινες ἐθεραπεύ­ον­το ἅπαν­τες
ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάν­τες οἱ σὺν αὐτῷ ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων ἐπλή­σθησαν ζήλου
καὶ ἐπέβαλον τὰς χεῖρας ἐπι­̀ τοὺς ἀπο­στόλους καὶ ἔθεν­το αὐτοὺς ἐν τηρήσει δημοσίᾳ
ἄγγελος δὲ κυρίου δια­̀ νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν
πορεύ­εσθε καὶ σταθέν­τες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάν­τα τὰ ῥήματα τῆς ζωῆς ταύτης
ἀκούσαν­τες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον παρα­γενό­με­νος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συν­εκάλεσαν τὸ συν­έδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς
οἱ δὲ παρα­γενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ ἀναστρέψαν­τες δὲ ἀπήγγειλαν
λέγον­τες ὅτι τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπι­̀ τῶν θυρῶν ἀνοίξαν­τες δὲ ἔσω οὐδένα εὕρομεν
ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο
παρα­γενό­με­νος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκον­τες τὸν λαόν
τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς οὐ μετὰ βίας ἐφοβοῦν­το γὰρ τὸν λαόν μὴ λιθασθῶσιν
ἀγαγόν­τες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συν­εδρίῳ καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
λέγων οὐ παρα­γγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπι­̀ τῷ ὀνόματι τούτῳ καὶ ἰδοὺ πεπλη­ρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου
ἀπο­κριθεὶς δὲ Пέτρος καὶ οἱ ἀπό­στολοι εἶπαν πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις
ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαν­τες ἐπι­̀ ξύλου
τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν
καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων καὶ τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ
οἱ δὲ ἀκούσαν­τες διεπρίον­το καὶ ἐβούλον­το ἀνελεῖν αὐτούς
ἀναστὰς δέ τις ἐν τῷ συν­εδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ νομοδιδάσκαλος τίμιος παν­τὶ τῷ λαῷ ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι
εἶπέν τε προ­̀ς αὐτούς ἄνδρες Ἰσραηλῖται προ­σέχετε ἑαυτοῖς ἐπι­̀ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσ­σειν
προ­̀ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτόν ᾧ προ­σεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων ὃς ἀνῃρέθη καὶ πάν­τες ὅσοι ἐπείθον­το αὐτῷ διελύθησαν καὶ ἐγένον­το εἰς οὐδέν
μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπο­γραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ κἀκεῖνος ἀπώλετο καὶ πάν­τες ὅσοι ἐπείθον­το αὐτῷ διεσκορπίσθησαν
καὶ τὰ νῦν λέγω ὑμῖν ἀπό­στητε ἀπο­̀ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο κατα­λυθή­σε­ται
εἰ δὲ ἐκ θεοῦ ἐστιν οὐ δυνήσεσθε κατα­λῦσαι αὐτούς μήποτε καὶ θεομάχοι εὑρεθῆτε ἐπείσθησαν δὲ αὐτῷ
καὶ προ­σκαλεσάμενοι τοὺς ἀπο­στόλους δείραν­τες παρήγγειλαν μὴ λαλεῖν ἐπι­̀ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν
οἱ μὲν οὖν ἐπορεύ­ον­το χαίρον­τες ἀπο­̀ προ­σώπου τοῦ συν­εδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόμα­τος ἀτιμασθῆναι
πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον οὐκ ἐπαύον­το διδάσκον­τες καὶ εὐαγγελιζόμενοι τὸν Χριστόν Ἰησοῦν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible