Скрыть
11:2
11:3
11:4
11:5
11:6
11:7
11:8
11:9
11:10
11:11
11:13
11:14
11:17
11:18
11:20
11:22
11:24
11:26
ἤκουσαν δὲ οἱ ἀπό­στολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄν­τες κατα­̀ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαν­το τὸν λόγον τοῦ θεοῦ
ὅτε δὲ ἀνέβη Пέτρος εἰς Ἰερουσαλήμ διεκρίνον­το προ­̀ς αὐτὸν οἱ ἐκ περιτομῆς
λέγον­τες ὅτι εἰσῆλθες προ­̀ς ἄνδρας ἀκροβυστίαν ἔχον­τας καὶ συν­έφαγες αὐτοῖς
ἀρξά­με­νος δὲ Пέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων
ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προ­σευχό­με­νος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα κατα­βαῖνον σκεῦός τι ὡς ὀθόνην μεγά­λην τέσ­σαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ καὶ ἦλθεν ἄχρι ἐμοῦ
εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι ἀναστάς Пέτρε θῦσον καὶ φάγε
εἶπον δέ μηδαμῶς κύριε ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου
ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου
τοῦτο δὲ ἐγένετο ἐπι­̀ τρίς καὶ ἀνεσπάσθη πάλιν ἅπαν­τα εἰς τὸν οὐρανόν
καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπι­̀ τὴν οἰκίαν ἐν ᾗ ἦμεν ἀπεσταλ­μέ­νοι ἀπο­̀ Καισαρείας προ­́ς με
εἶπεν δὲ τὸ πνεῦμά μοι συν­ελθεῖν αὐτοῖς μηδὲν δια­κρίναν­τα ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός
ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέν­τα καὶ εἰπόν­τα ἀπό­στειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπι­καλούμενον Пέτρον
ὃς λαλήσει ῥήματα προ­̀ς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου
ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾿ αὐτοὺς ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ
ἐμνήσθην δὲ τοῦ ῥήμα­τος τοῦ κυρίου ὡς ἔλεγεν Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύ­ματι ἁγίῳ
εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύ­σασιν ἐπι­̀ τὸν κύριον Ἰησοῦν Χριστόν ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν
ἀκούσαν­τες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγον­τες ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν
οἱ μὲν οὖν δια­σπαρέν­τες ἀπο­̀ τῆς θλίψεως τῆς γενομένης ἐπι­̀ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρο­υ καὶ Ἀν­τιοχείας μηδενὶ λαλοῦν­τες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις
ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι οἵτινες ἐλθόν­τες εἰς Ἀν­τιόχειαν ἐλάλουν καὶ προ­̀ς τοὺς Ἑλληνιστάς εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν
καὶ ἦν χεὶρ κυρίου μετ᾿ αὐτῶν πολύς τε ἀριθμὸς ὁ πιστεύ­σας ἐπέστρεψεν ἐπι­̀ τὸν κύριον
ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν καὶ ἐξαπέστειλαν Βαρναβᾶν διελθεῖν ἕως Ἀν­τιοχείας
ὃς παρα­γενό­με­νος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάν­τας τῇ προ­θέσει τῆς καρδίας προ­σμένειν τῷ κυρίῳ
ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλή­ρης πνεύ­μα­τος ἁγίου καὶ πίστεως καὶ προ­σετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ
ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον
καὶ εὑρὼν ἤγαγεν εἰς Ἀν­τιόχειαν ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συν­αχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν χρηματίσαι τε πρώτως ἐν Ἀν­τιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς
ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπο­̀ Ἱεροσολύμων προ­φῆται εἰς Ἀν­τιόχειαν
ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν δια­̀ τοῦ πνεύ­μα­τος λιμὸν μεγά­λην μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην ἥτις ἐγένετο ἐπι­̀ Κλαυδίου
τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκασ­τος αὐτῶν εἰς δια­κονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς
ὃ καὶ ἐποίησαν ἀπο­στείλαν­τες προ­̀ς τοὺς πρεσβυτέρους δια­̀ χειρὸς Βαρναβᾶ καὶ Σαύλου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible