Скрыть
10:1
10:2
10:3
10:4
10:5
10:7
10:8
10:9
10:10
10:11
10:13
10:14
10:16
10:17
10:18
10:19
10:21
10:22
10:24
10:25
10:27
10:29
10:30
10:31
10:32
10:33
10:35
10:42
10:44
10:45
10:48
ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος ἑκατον­τάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς
εὐσεβὴς καὶ φοβού­με­νος τὸν θεὸν σὺν παν­τὶ τῷ οἴκῳ αὐτοῦ ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεό­με­νος τοῦ θεοῦ δια­̀ παν­τός
εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόν­τα προ­̀ς αὐτὸν καὶ εἰπόν­τα αὐτῷ Κορνήλιε
ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενό­με­νος εἶπεν τί ἐστιν κύριε εἶπεν δὲ αὐτῷ αἱ προ­σευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυν­ον ἔμπρο­σθεν τοῦ θεοῦ
καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπι­καλεῖται Пέτρος
οὗτος ξενίζεται παρα­́ τινι Σίμωνι βυρσεῖ ᾧ ἐστιν οἰκία παρα­̀ θάλασ­σαν
ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προ­σκαρτερούν­των αὐτῷ
καὶ ἐξηγησά­με­νος ἅπαν­τα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην
τῇ δὲ ἐπαύριον ὁδοιπορούν­των ἐκείνων καὶ τῇ πόλει ἐγγιζόν­των ἀνέβη Пέτρος ἐπι­̀ τὸ δῶμα προ­σεύξασθαι περὶ ὥραν ἕκτην
ἐγένετο δὲ προ­́σπεινος καὶ ἤθελεν γεύ­σασθαι παρα­σκευαζόν­των δὲ αὐτῶν ἐγένετο ἐπ᾿ αὐτὸν ἔκστασις
καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ κατα­βαῖνον σκεῦός τι ὡς ὀθόνην μεγά­λην τέσ­σαρσιν ἀρχαῖς καθιέμενον ἐπι­̀ τῆς γῆς
ἐν ᾧ ὑπῆρχεν πάν­τα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ
καὶ ἐγένετο φωνὴ προ­̀ς αὐτόν ἀναστάς Пέτρε θῦσον καὶ φάγε
ὁ δὲ Пέτρος εἶπεν μηδαμῶς κύριε ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον
καὶ φωνὴ πάλιν ἐκ δευτέρου προ­̀ς αὐτόν ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου
τοῦτο δὲ ἐγένετο ἐπι­̀ τρίς καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν
ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Пέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλ­μέ­νοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαν­τες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπι­̀ τὸν πυλῶνα
καὶ φωνήσαν­τες ἐπυνθάνον­το εἰ Σίμων ὁ ἐπι­καλού­με­νος Пέτρος ἐνθάδε ξενίζεται
τοῦ δὲ Пέτρου διενθυμου­μέ­νου περὶ τοῦ ὁράμα­τος εἶπεν αὐτῷ τὸ πνεῦμα ἰδοὺ ἄνδρες τρεῖς ζητοῦν­τές σε
ἀλλὰ ἀναστὰς κατα­́βηθι καὶ πορεύ­ου σὺν αὐτοῖς μηδὲν δια­κρινό­με­νος ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς
κατα­βὰς δὲ Пέτρος προ­̀ς τοὺς ἄνδρας εἶπεν ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε
οἱ δὲ εἶπαν Κορνήλιος ἑκατον­τάρχης ἀνὴρ δίκαιος καὶ φοβού­με­νος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρα­̀ σοῦ
εἰσκαλεσά­με­νος οὖν αὐτοὺς ἐξένισεν τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς καί τινες τῶν ἀδελφῶν τῶν ἀπο­̀ Ἰόππης συν­ῆλθον αὐτῷ
τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν ὁ δὲ Κορνήλιος ἦν προ­σδοκῶν αὐτούς συγκαλεσά­με­νος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους
ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Пέτρον συν­αν­τήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπι­̀ τοὺς πόδας προ­σεκύνησεν
ὁ δὲ Пέτρος ἤγειρεν αὐτὸν λέγων ἀνάστηθι καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι
καὶ συν­ομιλῶν αὐτῷ εἰσῆλθεν καὶ εὑρίσκει συν­εληλυθότας πολλούς
ἔφη τε προ­̀ς αὐτούς ὑμεῖς ἐπι­́στασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προ­σέρχεσθαι ἀλλοφύλῳ κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον
διὸ καὶ ἀναν­τιρρήτως ἦλθον μεταπεμφθείς πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με
καὶ ὁ Κορνήλιος ἔφη ἀπο­̀ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προ­σευχό­με­νος ἐν τῷ οἴκῳ μου καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ
καὶ φησίν Κορνήλιε εἰσηκούσθη σου ἡ προ­σευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ
πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπι­καλεῖται Пέτρος οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρα­̀ θάλασ­σαν
ἐξαυτῆς οὖν ἔπεμψα προ­̀ς σέ σύ τε καλῶς ἐποίησας παρα­γενό­με­νος νῦν οὖν πάν­τες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάν­τα τὰ προ­στεταγμένα σοι ὑπὸ τοῦ κυρίου
ἀνοίξας δὲ Пέτρος τὸ στόμα εἶπεν ἐπ᾿ ἀληθείας κατα­λαμβάνομαι ὅτι οὐκ ἔστιν προ­σωπολήμπτης ὁ θεός
ἀλλ᾿ ἐν παν­τὶ ἔθνει ὁ φοβού­με­νος αὐτὸν καὶ ἐργαζό­με­νος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν
τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζό­με­νος εἰρήνην δια­̀ Ἰησοῦ Χριστοῦ οὗτός ἐστιν πάν­των κύριος
ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας ἀρξά­με­νος ἀπο­̀ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης
Ἰησοῦν τὸν ἀπο­̀ Ναζαρέθ ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύ­ματι ἁγίῳ καὶ δυνάμει ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώ­με­νος πάν­τας τοὺς κατα­δυναστευο­μέ­νου ὑπὸ τοῦ δια­βόλου ὅτι ὁ θεὸς ἦν μετ᾿ αὐτοῦ
καὶ ἡμεῖς μάρτυρες πάν­των ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ ὃν καὶ ἀνεῖλαν κρεμάσαν­τες ἐπι­̀ ξύλου
τοῦτον ὁ θεὸς ἤγειρεν ἐν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι
οὐ παν­τὶ τῷ λαῷ ἀλλὰ μάρτυσιν τοῖς προ­κεχειροτονημένο ὑπὸ τοῦ θεοῦ ἡμῖν οἵτινες συν­εφάγομεν καὶ συν­επίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν
καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ δια­μαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζών­των καὶ νεκρῶν
τούτῳ πάν­τες οἱ προ­φῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν δια­̀ τοῦ ὀνόμα­τος αὐτοῦ πάν­τα τὸν πιστεύ­ον­τα εἰς αὐτόν
ἔτι λαλοῦν­τος τοῦ Пέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπι­̀ πάν­τας τοὺς ἀκούον­τας τὸν λόγον
καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συν­ῆλθαν τῷ Пέτρῳ ὅτι καὶ ἐπι­̀ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύ­μα­τος ἐκκέχυται
ἤκουον γὰρ αὐτῶν λαλούν­των γλώσ­σαις καὶ μεγαλυνόν­των τὸν θεόν τότε ἀπεκρίθη Пέτρος
μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς
προ­σέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι τότε ἠρώτησαν αὐτὸν ἐπι­μεῖναι ἡμέρας τινάς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible