Скрыть
1:1
1:2
1:4
1:5
1:12
1:15
1:17
Пαῦλος ἀπό­στολος Χριστοῦ Ἰησοῦ δια­̀ θελήμα­τος θεοῦ κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
Τιμοθέῳ ἀγαπητῷ τέκνῳ χάρις ἔλεος εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν
χάριν ἔχω τῷ θεῷ ᾧ λατρεύ­ω ἀπο­̀ προ­γόνων ἐν καθαρᾷ συν­ειδήσει ὡς ἀδια­́λειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας
ἐπι­ποθῶν σε ἰδεῖν μεμνημένος σου τῶν δακρύων ἵνα χαρᾶς πλη­ρωθῶ
ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί
δι᾿ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ ὅ ἐστιν ἐν σοὶ δια­̀ τῆς ἐπι­θέσεως τῶν χειρῶν μου
οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ
μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατα­̀ δύναμιν θεοῦ
τοῦ σώσαν­τος ἡμᾶς καὶ καλέσαν­τος κλήσει ἁγίᾳ οὐ κατα­̀ τὰ ἔργα ἡμῶν ἀλλὰ κατα­̀ ἰδίαν προ­́θεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ προ­̀ χρόνων αἰωνίων
φανερωθεῖσαν δὲ νῦν δια­̀ τῆς ἐπι­φανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ καταργήσαν­τος μὲν τὸν θάνατον φωτίσαν­τος δὲ ζωὴν καὶ ἀφθαρσίαν δια­̀ τοῦ εὐαγγελίου
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπό­στολος καὶ διδάσκαλος
δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω ἀλλ᾿ οὐκ ἐπαισχύνομαι οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παρα­θήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν
ὑποτύπωσιν ἔχε ὑγιαινόν­των λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ
τὴν καλὴν παρα­θήκην φύλαξον δια­̀ πνεύ­μα­τος ἁγίου τοῦ ἐνοικοῦν­τος ἐν ἡμῖν
οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάν­τες οἱ ἐν τῇ Ἀσίᾳ ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης
δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη
ἀλλὰ γενό­με­νος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν
δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρα­̀ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν βέλτιον σὺ γινώσκεις
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible