Скрыть
14:3
14:5
14:8
14:16
14:18
14:19
14:21
τὸν δὲ ἀσθενοῦν­τα τῇ πίστει προ­σλαμβάνεσθε μὴ εἰς δια­κρίσεις δια­λογισμῶν
ὃς μὲν πιστεύ­ει φαγεῖν πάν­τα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει
ὁ ἐσθίων τὸν μὴ ἐσθίον­τα μὴ ἐξουθενείτω ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίον­τα μὴ κρινέτω ὁ θεὸς γὰρ αὐτὸν προ­σελάβετο
σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει σταθή­σε­ται δέ δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν
ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ᾿ ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν ἕκασ­τος ἐν τῷ ἰδίῳ νοῒ πλη­ροφορείσθω
ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ θεῷ καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ
οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀπο­θνῄσκει
ἐάν τε γὰρ ζῶμεν τῷ κυρίῳ ζῶμεν ἐάν τε ἀπο­θνῄσκωμεν τῷ κυρίῳ ἀπο­θνῄσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀπο­θνῄσκωμεν τοῦ κυρίου ἐσμέν
εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζών­των κυριεύ­σῃ
σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου πάν­τες γὰρ παρα­στησόμεθα τῷ βήματι τοῦ θεοῦ
γέγραπται γάρ ζῶ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσ­σα ἐξομολογή­σε­ται τῷ θεῷ
ἄρα οὖν ἕκασ­τος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ
μηκέτι οὖν ἀλλήλους κρίνωμεν ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι προ­́σκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον
οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾿ ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν
εἰ γὰρ δια­̀ βρῶμα ὁ ἀδελφός σου λυπεῖται οὐκέτι κατα­̀ ἀγάπην περιπατεῖς μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπό­λλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν
μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν
οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύ­ματι ἁγίῳ
ὁ γὰρ ἐν τούτῳ δουλεύ­ων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις
ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους
μὴ ἕνεκεν βρώμα­τος κατα­́λυε τὸ ἔργον τοῦ θεοῦ πάν­τα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ δια­̀ προ­σκόμμα­τος ἐσθίον­τι
καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προ­σκόπτει
σὺ πίστιν ἣν ἔχεις κατα­̀ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει
ὁ δὲ δια­κρινό­με­νος ἐὰν φάγῃ κατα­κέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible