Скрыть
6:1
6:3
6:5
6:6
6:7
6:8
6:9
6:11
6:12
6:13
6:14
συν­εργοῦν­τες δὲ καὶ παρα­καλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς
λέγει γάρ καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι ἰδοὺ νῦν καιρὸς εὐπρο­́σδεκτος ἰδοὺ νῦν ἡμέρα σωτηρίας
μηδεμίαν ἐν μηδενὶ διδόν­τες προ­σκοπήν ἵνα μὴ μωμηθῇ ἡ δια­κονία
ἀλλ᾿ ἐν παν­τὶ συνίσταν­τες ἑαυτοὺς ὡς θεοῦ δια­́κονοι ἐν ὑπομονῇ πολλῇ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις
ἐν πλη­γαῖς ἐν φυλακαῖς ἐν ἀκατα­στασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις
ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμίᾳ ἐν χρηστότητι ἐν πνεύ­ματι ἁγίῳ ἐν ἀγάπῃ ἀνυποκρίτῳ
ἐν λόγῳ ἀληθείας ἐν δυνάμει θεοῦ δια­̀ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν
δια­̀ δόξης καὶ ἀτιμίας δια­̀ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθεῖς
ὡς ἀγνοούμενοι καὶ ἐπι­γινωσκόμενοι ὡς ἀπο­θνῄσκον­τες καὶ ἰδοὺ ζῶμεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι
ὡς λυπούμενοι ἀεὶ δὲ χαίρον­τες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζον­τες ὡς μηδὲν ἔχον­τες καὶ πάν­τα κατέχον­τες
τὸ στόμα ἡμῶν ἀνέῳγεν προ­̀ς ὑμᾶς Κορίνθιοι ἡ καρδία ἡμῶν πεπλάτυν­ται
οὐ στενοχωρεῖσθε ἐν ἡμῖν στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν
τὴν δὲ αὐτὴν ἀν­τιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμεῖς
μὴ γίνεσθε ἑτεροζυγοῦν­τες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ ἢ τίς κοινωνία φωτὶ προ­̀ς σκότος
τίς δὲ συμφώνησις Χριστοῦ προ­̀ς Βελιάρ ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου
τίς δὲ συγκατα­́θεσις ναῷ θεοῦ μετὰ εἰδώλων ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶν­τος καθὼς εἶπεν ὁ θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός καὶ αὐτοὶ ἔσον­ταί μου λαός
διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε λέγει κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμᾶς
καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει κύριος παν­τοκράτωρ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible