Скрыть
12:2
12:3
12:4
12:5
12:6
12:7
12:8
12:10
12:11
12:12
12:16
12:18
12:20
12:21
καυχᾶσθαι δεῖ οὐ συμφέρον μέν ἐλεύ­σομαι δὲ εἰς ὀπτασίας καὶ ἀπο­καλύψεις κυρίου
οἶδα ἄνθρωπον ἐν Χριστῷ προ­̀ ἐτῶν δεκατεσ­σάρων εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώμα­τος οὐκ οἶδα ὁ θεὸς οἶδεν ἁρπαγέν­τα τὸν τοι­οῦτον ἕως τρίτου οὐρανοῦ
καὶ οἶδα τὸν τοι­οῦτον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώμα­τος οὐκ οἶδα ὁ θεὸς οἶδεν
ὅτι ἡρπάγη εἰς τὸν παρα­́δεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι
ὑπὲρ τοῦ τοι­ούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις
ἐὰν γὰρ θελήσω καυχήσασθαι οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρῶ φείδομαι δέ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ
καὶ τῇ ὑπερβολῇ τῶν ἀπο­καλύψεων διό ἵνα μὴ ὑπεραίρωμαι ἐδόθη μοι σκόλοψ τῇ σαρκί ἄγγελος Σατανᾶ ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι
ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀπο­στῇ ἀπ᾿ ἐμοῦ
καὶ εἴρηκέν μοι ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου ἵνα ἐπι­σκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ
διὸ εὐδοκῶ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοῖς καὶ στενοχωρίαις ὑπὲρ Χριστοῦ ὅταν γὰρ ἀσθενῶ τότε δυνατός εἰμι
γέγονα ἄφρων ὑμεῖς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀπο­στόλων εἰ καὶ οὐδέν εἰμι
τὰ μὲν σημεῖα τοῦ ἀπο­στόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν
τί γάρ ἐστιν ὃ ἡσ­σώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην
ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν προ­̀ς ὑμᾶς καὶ οὐ κατα­ναρκήσω οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις
ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν εἰ περισ­σοτέρως ὑμᾶς ἀγαπῶν ἧσ­σον ἀγαπῶμαι
ἔστω δέ ἐγὼ οὐ κατεβάρησα ὑμᾶς ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον
μή τινα ὧν ἀπέσταλκα προ­̀ς ὑμᾶς δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς
παρεκάλεσα Τίτον καὶ συν­απέστειλα τὸν ἀδελφόν μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος οὐ τῷ αὐτῷ πνεύ­ματι περιεπατήσαμεν οὐ τοῖς αὐτοῖς ἴχνεσιν
πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπο­λογούμεθα κατέναν­τι θεοῦ ἐν Χριστῷ λαλοῦμεν τὰ δὲ πάν­τα ἀγαπητοί ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς
φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε μή πως ἔρις ζῆλος θυμοί ἐριθείαι κατα­λαλιαί ψιθυρισμοί φυσιώσεις ἀκατα­στασίαι
μὴ πάλιν ἐλθόν­τος μου ταπεινώσῃ με ὁ θεός μου προ­̀ς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προ­ημαρτηκότων καὶ μὴ μετανοησάν­των ἐπι­̀ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible