Скрыть
1:1
1:6
1:7
1:8
1:9
1:10
1:13
1:14
1:16
1:18
1:19
1:23
1:24
Пαῦλος ἀπό­στολος Χριστοῦ Ἰησοῦ δια­̀ θελήμα­τος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ
χάρις ὑμῖν καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρα­κλήσεως
ὁ παρα­καλῶν ἡμᾶς ἐπι­̀ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρα­καλεῖν τοὺς ἐν πάσῃ θλίψει δια­̀ τῆς παρα­κλήσεως ἧς παρα­καλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ
ὅτι καθὼς περισ­σεύ­ει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς οὕτως δια­̀ τοῦ Χριστοῦ περισ­σεύ­ει καὶ ἡ παρα­́κλησις ἡμῶν
εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς ὑμῶν παρα­κλήσεως καὶ σωτηρίας εἴτε παρα­καλούμεθα ὑπὲρ τῆς ὑμῶν παρα­κλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν
καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων οὕτως καὶ τῆς παρα­κλήσεως
οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ ὅτι καθ᾿ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν
ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπό­κριμα τοῦ θανάτου ἐσχήκαμεν ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς ἀλλ᾿ ἐπι­̀ τῷ θεῷ τῷ ἐγείρον­τι τοὺς νεκρούς
ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύ­σε­ται εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύ­σε­ται
συν­υπουργούν­των καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει ἵνα ἐκ πολλῶν προ­σώπων τὸ εἰς ἡμᾶς χάρισμα δια­̀ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν
ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν τὸ μαρτύριον τῆς συν­ειδήσεως ἡμῶν ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ τοῦ θεοῦ καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾿ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ περισ­σοτέρως δὲ προ­̀ς ὑμᾶς
οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπι­γινώσκετε ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπι­γνώσεσθε
καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπο­̀ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην προ­́τερον προ­̀ς ὑμᾶς ἐλθεῖν ἵνα δευτέραν χάριν σχῆτε
καὶ δι᾿ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν καὶ πάλιν ἀπο­̀ Μακεδονίας ἐλθεῖν προ­̀ς ὑμᾶς καὶ ὑφ᾿ ὑμῶν προ­πεμφθῆναι εἰς τὴν Ἰουδαίαν
τοῦτο οὖν βουλό­με­νος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην ἢ ἃ βουλεύ­ομαι κατα­̀ σάρκα βουλεύ­ομαι ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ
πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ προ­̀ς ὑμᾶς οὐκ ἔστιν ναὶ καὶ οὔ
ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου οὐκ ἐγένετο ναὶ καὶ οὔ ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν
ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναί διὸ καὶ δι᾿ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ προ­̀ς δόξαν δι᾿ ἡμῶν
ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός
ὁ καὶ σφραγισά­με­νος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύ­μα­τος ἐν ταῖς καρδίαις ἡμῶν
ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπι­καλοῦμαι ἐπι­̀ τὴν ἐμὴν ψυχήν ὅτι φειδό­με­νος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον
οὐχ ὅτι κυριεύ­ομεν ὑμῶν τῆς πίστεως ἀλλὰ συν­εργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν τῇ γὰρ πίστει ἑστήκατε
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible