Скрыть
2:1
2:3
2:5
2:10
2:15
παρα­καλῶ οὖν πρῶτον πάν­των ποιεῖσθαι δεήσεις προ­σευχάς ἐν­τεύξεις εὐχαριστίας ὑπὲρ πάν­των ἀνθρώπων
ὑπὲρ βασιλέων καὶ πάν­των τῶν ἐν ὑπεροχῇ ὄν­των ἵνα ἤρεμον καὶ ἡσύχιον βίον δια­́γωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι
τοῦτο καλὸν καὶ ἀπό­δεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ
ὃς πάν­τας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπι­́γνωσιν ἀληθείας ἐλθεῖν
εἷς γὰρ θεός εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς
ὁ δοὺς ἑαυτὸν ἀν­τίλυτρον ὑπὲρ πάν­των τὸ μαρτύριον καιροῖς ἰδίοις
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπό­στολος ἀλήθειαν λέγω οὐ ψεύ­δομαι διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ
βούλομαι οὖν προ­σεύ­χεσθαι τοὺς ἄνδρας ἐν παν­τὶ τόπῳ ἐπαίρον­τας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ δια­λογισμοῦ
ὡσαύτως καὶ γυναῖκας ἐν κατα­στολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ
ἀλλ᾿ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι᾿ ἔργων ἀγαθῶν
γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ
διδάσκειν δὲ γυναικὶ οὐκ ἐπι­τρέπω οὐδὲ αὐθεν­τεῖν ἀνδρός ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη εἶτα Εὕα
καὶ Ἀδὰμ οὐκ ἠπατήθη ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παρα­βάσει γέγονεν
σωθή­σε­ται δὲ δια­̀ τῆς τεκνογονίας ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible