Скрыть
9:3
9:5
9:6
9:7
9:8
9:10
9:15
9:17
9:18
9:20
9:23
9:26
οὐκ εἰμὶ ἐλεύ­θερος οὐκ εἰμὶ ἀπό­στολος οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ
εἰ ἄλλοις οὐκ εἰμὶ ἀπό­στολος ἀλλά γε ὑμῖν εἰμι ἡ γὰρ σφραγίς μου τῆς ἀπο­στολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ
ἡ ἐμὴ ἀπο­λογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη
μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν
μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπό­στολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς
ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι
τίς στρατεύ­εται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύ­ει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει
μὴ κατα­̀ ἄνθρωπον ταῦτα λαλῶ ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει
ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται οὐ κημώσεις βοῦν ἀλοῶν­τα μὴ τῶν βοῶν μέλει τῷ θεῷ
ἢ δι᾿ ἡμᾶς πάν­τως λέγει δι᾿ ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ᾿ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ᾿ ἐλπίδι τοῦ μετέχειν
εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν
εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν οὐ μᾶλλον ἡμεῖς ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ ἀλλὰ πάν­τα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ
οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ παρεδρεύ­ον­τες τῷ θυσιαστηρίῳ συμμερίζον­ται
οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον κατα­γγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν
ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί καλὸν γάρ μοι μᾶλλον ἀπο­θανεῖν ἤ τὸ καύχημά μου οὐδεὶς κενώσει
ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπι­́κειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι
εἰ γὰρ ἑκὼν τοῦτο πράσ­σω μισθὸν ἔχω εἰ δὲ ἄκων οἰκο­νο­μίαν πεπίστευμαι
τίς οὖν μού ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζό­με­νος ἀδάπανον θήσω τὸ εὐαγγέλιον εἰς τὸ μὴ κατα­χρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ
ἐλεύ­θερος γὰρ ὢν ἐκ πάν­των πᾶσιν ἐμαυτὸν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω
καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσω τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον μὴ ὢν αὐτὸς ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον κερδήσω
τοῖς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεοῦ ἀλλ᾿ ἔννομος Χριστοῦ ἵνα κερδάνω τοὺς ἀνόμους
ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενεῖς κερδήσω τοῖς πᾶσιν γέγονα πάν­τα ἵνα πάν­τως τινὰς σώσω
πάν­τα δὲ ποιῶ δια­̀ τὸ εὐαγγέλιον ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι
οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχον­τες πάν­τες μὲν τρέχουσιν εἷς δὲ λαμβάνει τὸ βραβεῖον οὕτως τρέχετε ἵνα κατα­λάβητε
πᾶς δὲ ὁ ἀγωνιζό­με­νος πάν­τα ἐγκρατεύ­εται ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν ἡμεῖς δὲ ἄφθαρτον
ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύ­ω ὡς οὐκ ἀέρα δέρων
ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible