Скрыть
8:10
περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάν­τες γνῶσιν ἔχομεν ἡ γνῶσις φυσιοῖ ἡ δὲ ἀγάπη οἰκοδομεῖ
εἴ τις δοκεῖ ἐγνωκέναι τι οὔπω ἔγνω καθὼς δεῖ γνῶναι
εἰ δέ τις ἀγαπᾷ τὸν θεόν οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ
περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς
καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπι­̀ γῆς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί
ἀλλ᾿ ἡμῖν εἷς θεὸς ὁ πατήρ ἐξ οὗ τὰ πάν­τα καὶ ἡμεῖς εἰς αὐτόν καὶ εἷς κύριος Ἰησοῦς Χριστός δι᾿ οὗ τὰ πάν­τα καὶ ἡμεῖς δι᾿ αὐτοῦ
ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις τινὲς δὲ τῇ συν­ηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συν­είδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται
βρῶμα δὲ ἡμᾶς οὐ παρα­στήσει τῷ θεῷ οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα οὔτε ἐὰν φάγωμεν περισ­σεύ­ομεν
βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη προ­́σκομμα γένηται τοῖς ἀσθενέσιν
ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχον­τα γνῶσιν ἐν εἰδωλείῳ κατα­κείμενον οὐχὶ ἡ συν­είδησις αὐτοῦ ἀσθενοῦς ὄν­τος οἰκοδομηθή­σε­ται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν
ἀπό­λλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει ὁ ἀδελφὸς δι᾿ ὃν Χριστὸς ἀπέθανεν
οὕτως δὲ ἁμαρτάνον­τες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτον­τες αὐτῶν τὴν συν­είδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε
διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible