Скрыть
7:1
7:2
7:4
7:6
7:8
7:11
7:12
7:13
7:14
7:16
7:21
7:24
7:26
7:27
7:28
7:30
7:32
7:33
7:34
7:35
7:36
7:37
7:38
7:40
περὶ δὲ ὧν ἐγράψατε καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι
δια­̀ δὲ τὰς πορνείας ἕκασ­τος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω
τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀπο­διδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί
ἡ γυνὴ τοῦ ἰδίου σώμα­τος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώμα­τος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή
μὴ ἀπο­στερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου προ­̀ς καιρὸν ἵνα σχολάσητε τῇ προ­σευχῇ καὶ πάλιν ἐπι­̀ τὸ αὐτὸ ἦτε ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς δια­̀ τὴν ἀκρασίαν ὑμῶν
τοῦτο δὲ λέγω κατα­̀ συγγνώμην οὐ κατ᾿ ἐπι­ταγήν
θέλω δὲ πάν­τας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκασ­τος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ ὁ μὲν οὕτως ὁ δὲ οὕτως
λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ
εἰ δὲ οὐκ ἐγκρατεύ­ον­ται γαμησάτωσαν κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι
τοῖς δὲ γεγαμηκόσιν παρα­γγέλλω οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος γυναῖκα ἀπο­̀ ἀνδρὸς μὴ χωρισθῆναι
ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ κατα­λλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι
τοῖς δὲ λοιποῖς λέγω ἐγώ οὐχ ὁ κύριος εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συν­ευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ μὴ ἀφιέτω αὐτήν
καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συν­ευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς μὴ ἀφιέτω τὸν ἄνδρα
ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν
εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοι­ούτοις ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ θεός
τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις ἢ τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις
εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ κύριος ἕκαστον ὡς κέκληκεν ὁ θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις δια­τάσ­σομαι
περιτετμημένος τις ἐκλήθη μὴ ἐπι­σπάσθω ἐν ἀκροβυστίᾳ κέκληταί τις μὴ περιτεμνέσθω
ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐν­τολῶν θεοῦ
ἕκασ­τος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω
δοῦλος ἐκλήθης μή σοι μελέτω ἀλλ᾿ εἰ καὶ δύνασαι ἐλεύ­θερος γενέσθαι μᾶλλον χρῆσαι
ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύ­θερος κυρίου ἐστίν ὁμοίως ὁ ἐλεύ­θερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ
τιμῆς ἠγοράσθητε μὴ γίνεσθε δοῦλοι ἀνθρώπων
ἕκασ­τος ἐν ᾧ ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρα­̀ θεῷ
περὶ δὲ τῶν παρθένων ἐπι­ταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι
νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν δια­̀ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι
δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπο­̀ γυναικός μὴ ζήτει γυναῖκα
ἐὰν δὲ καὶ γαμήσῃς οὐχ ἥμαρτες καὶ ἐὰν γήμῃ ἡ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοι­οῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι
τοῦτο δέ φημι ἀδελφοί ὁ καιρὸς συν­εσταλμένος ἐστίν τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχον­τες γυναῖκας ὡς μὴ ἔχον­τες ὦσιν
καὶ οἱ κλαίον­τες ὡς μὴ κλαίον­τες καὶ οἱ χαίρον­τες ὡς μὴ χαίρον­τες καὶ οἱ ἀγοράζον­τες ὡς μὴ κατέχον­τες
καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ κατα­χρώμενοι παρα­́γει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου
θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσῃ τῷ κυρίῳ
ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῇ γυναικί
καὶ μεμέρισται καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύ­ματι ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῷ ἀνδρί
τοῦτο δὲ προ­̀ς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπι­βάλω ἀλλὰ προ­̀ς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως
εἰ δέ τις ἀσχημονεῖν ἐπι­̀ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήμα­τος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιήσει
ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ ὁ μὴ γαμίζων κρεῖσ­σον ποιήσει
γυνὴ δέδεται ἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι μόνον ἐν κυρίῳ
μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατα­̀ τὴν ἐμὴν γνώμην δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible