Скрыть
3:7
3:10
3:11
3:12
3:15
ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσ­σεσθαι πειθαρχεῖν προ­̀ς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι
μηδένα βλασφημεῖν ἀμάχους εἶναι ἐπι­εικεῖς πᾶσαν ἐνδεικνυ­μέ­νους πραΰτητα προ­̀ς πάν­τας ἀνθρώπους
ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι ἀπειθεῖς πλανώμενοι δουλεύ­ον­τες ἐπι­θυμίαις καὶ ἡδοναῖς ποικίλαις ἐν κακίᾳ καὶ φθόνῳ δια­́γον­τες στυγητοί μισοῦν­τες ἀλλήλους
ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατα­̀ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς δια­̀ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύ­μα­τος ἁγίου
οὗ ἐξέχεεν ἐφ᾿ ἡμᾶς πλουσίως δια­̀ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν
ἵνα δικαιωθέν­τες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ᾿ ἐλπίδα ζωῆς αἰωνίου
πιστὸς ὁ λόγος καὶ περὶ τούτων βούλομαί σε δια­βεβαιοῦσθαι ἵνα φρον­τίζωσιν καλῶν ἔργων προ­ΐστασθαι οἱ πεπιστευκότες θεῷ ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις
μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι
αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παρα­ιτοῦ
εἰδὼς ὅτι ἐξέστραπται ὁ τοι­οῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατα­́κριτος
ὅταν πέμψω Ἀρτεμᾶν προ­̀ς σὲ ἢ Τυχικόν σπούδασον ἐλθεῖν προ­́ς με εἰς Νικόπολιν ἐκεῖ γὰρ κέκρικα παρα­χειμάσαι
Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως προ­́πεμψον ἵνα μηδὲν αὐτοῖς λείπῃ
μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προ­ΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας ἵνα μὴ ὦσιν ἄκαρποι
ἀσπάζον­ταί σε οἱ μετ᾿ ἐμοῦ πάν­τες ἄσπασαι τοὺς φιλοῦν­τας ἡμᾶς ἐν πίστει ἡ χάρις μετὰ πάν­των ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible