Скрыть
2:2
2:4
2:6
2:10
2:15
σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ
πρεσβύτας νηφαλίους εἶναι σεμνούς σώφρονας ὑγιαίνον­τας τῇ πίστει τῇ ἀγάπῃ τῇ ὑπομονῇ
πρεσβύτιδας ὡσαύτως ἐν κατα­στήματι ἱεροπρεπεῖς μὴ δια­βόλους μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας καλοδιδασκάλους
ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι φιλοτέκνους
σώφρονας ἁγνάς οἰκουργούς ἀγαθάς ὑποτασ­σομένας τοῖς ἰδίοις ἀνδράσιν ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται
τοὺς νεωτέρους ὡσαύτως παρα­κάλει σωφρονεῖν
περὶ πάν­τα σεαυτὸν παρεχό­με­νος τύπον καλῶν ἔργων ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν σεμνότητα
λόγον ὑγιῆ ἀκατα­́γνωστον ἵνα ὁ ἐξ ἐναν­τίας ἐν­τραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον
δούλους ἰδίοις δεσπόταις ὑποτάσ­σεσθαι ἐν πᾶσιν εὐαρέστους εἶναι μὴ ἀν­τιλέγον­τας
μὴ νοσφιζο­μέ­νους ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυ­μέ­νους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν
ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις
παιδεύ­ουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπι­θυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι
προ­σδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι­φάνειαν τῆς δόξης τοῦ μεγά­λου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπο­̀ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων
ταῦτα λάλει καὶ παρα­κάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπι­ταγῆς μηδείς σου περιφρονείτω
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible