Скрыть
1:4
1:5
1:8
1:11
1:12
1:13
Пαῦλος δοῦλος θεοῦ ἀπό­στολος δὲ Ἰησοῦ Χριστοῦ κατα­̀ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπι­́γνωσιν ἀληθείας τῆς κατ᾿ εὐσέβειαν
ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς προ­̀ χρόνων αἰωνίων
ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπι­στεύ­θην ἐγὼ κατ᾿ ἐπι­ταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ
Τίτῳ γνησίῳ τέκνῳ κατα­̀ κοινὴν πίστιν χάρις καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν
τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείπον­τα ἐπι­διορθώσῃ καὶ κατα­στήσῃς κατα­̀ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην
εἴ τίς ἐστιν ἀνέγκλητος μιᾶς γυναικὸς ἀνήρ τέκνα ἔχων πιστά μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα
δεῖ γὰρ τὸν ἐπι­́σκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον μὴ αὐθάδη μὴ ὀργίλον μὴ πάροινον μὴ πλή­κτην μὴ αἰσχροκερδῆ
ἀλλὰ φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατῆ
ἀν­τεχόμενον τοῦ κατα­̀ τὴν διδαχὴν πιστοῦ λόγου ἵνα δυνατὸς ᾖ καὶ παρα­καλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀν­τιλέγον­τας ἐλέγχειν
εἰσὶν γὰρ πολλοὶ καὶ ἀνυπότακτοι ματαιολόγοι καὶ φρεναπάται μάλιστα οἱ ἐκ τῆς περιτομῆς
οὓς δεῖ ἐπι­στομίζειν οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκον­τες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν
εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προ­φήτης Κρῆτες ἀεὶ ψεῦσται κακὰ θηρία γαστέρες ἀργαί
ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής δι᾿ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀπο­τόμως ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει
μὴ προ­σέχον­τες Ἰουδαϊκοῖς μύθοις καὶ ἐν­τολαῖς ἀνθρώπων ἀπο­στρεφομένων τὴν ἀλήθειαν
πάν­τα καθαρὰ τοῖς καθαροῖς τοῖς δὲ μεμιαμ­μέ­νοις καὶ ἀπίστοις οὐδὲν καθαρόν ἀλλὰ μεμίαν­ται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συν­είδησις
θεὸν ὁμολογοῦσιν εἰδέναι τοῖς δὲ ἔργοις ἀρνοῦν­ται βδελυκτοὶ ὄν­τες καὶ ἀπειθεῖς καὶ προ­̀ς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible