Скрыть
9:1
9:2
9:11
9:16
9:18
9:27
9:32
ἀλήθειαν λέγω ἐν Χριστῷ οὐ ψεύ­δομαι συμμαρτυρούσης μοι τῆς συν­ειδήσεώς μου ἐν πνεύ­ματι ἁγίῳ
ὅτι λύπη μοί ἐστιν μεγά­λη καὶ ἀδια­́λειπτος ὀδύνη τῇ καρδίᾳ μου
ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπο­̀ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατα­̀ σάρκα
οἵτινές εἰσιν Ἰσραηλῖται ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ δια­θῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι
ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατα­̀ σάρκα ὁ ὢν ἐπι­̀ πάν­των θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν
οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ οὐ γὰρ πάν­τες οἱ ἐξ Ἰσραήλ οὗτοι Ἰσραήλ
οὐδ᾿ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ πάν­τες τέκνα ἀλλ᾿ ἐν Ἰσαὰκ κληθή­σε­ταί σοι σπέρμα
τοῦτ᾿ ἔστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα
ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος κατα­̀ τὸν καιρὸν τοῦτον ἐλεύ­σομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός
οὐ μόνον δέ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν
μήπω γὰρ γεννηθέν­των μηδὲ πραξάν­των τι ἀγαθὸν ἢ φαῦλον ἵνα ἡ κατ᾿ ἐκλογὴν προ­́θεσις τοῦ θεοῦ μένῃ
οὐκ ἐξ ἔργων ἀλλ᾿ ἐκ τοῦ καλοῦν­τος ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύ­σει τῷ ἐλάσ­σονι
καθὼς γέγραπται τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα
τί οὖν ἐροῦμεν μὴ ἀδικία παρα­̀ τῷ θεῷ μὴ γένοιτο
τῷ Μωϋσεῖ γὰρ λέγει ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω
ἄρα οὖν οὐ τοῦ θέλον­τος οὐδὲ τοῦ τρέχον­τος ἀλλὰ τοῦ ἐλεῶν­τος θεοῦ
λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως δια­γγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ
ἄρα οὖν ὃν θέλει ἐλεεῖ ὃν δὲ θέλει σκληρύνει
ἐρεῖς μοι οὖν τί οὖν ἔτι μέμφεται τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν
ὦ ἄνθρωπε μενοῦνγε σὺ τίς εἶ ὁ ἀν­ταποκρινό­με­νος τῷ θεῷ μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαν­τι τί με ἐποίησας οὕτως
ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράμα­τος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν
εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύ­η ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν
καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπι­̀ σκεύ­η ἐλέους ἃ προ­ητοίμασεν εἰς δόξαν
οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν
ὡς καὶ ἐν τῷ‘Ωσηὲ λέγει καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην
καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσον­ται υἱοὶ θεοῦ ζῶν­τος
Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσ­σης τὸ ὑπόλειμμα σωθή­σε­ται
λόγον γὰρ συν­τελῶν καὶ συν­τέμνων ποιήσει κύριος ἐπι­̀ τῆς γῆς
καὶ καθὼς προ­είρηκεν Ἠσαΐας εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν
τί οὖν ἐροῦμεν ὅτι ἔθνη τὰ μὴ διώκον­τα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως
Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν
δια­̀ τί ὅτι οὐκ ἐκ πίστεως ἀλλ᾿ ὡς ἐξ ἔργων προ­σέκοψαν τῷ λίθῳ τοῦ προ­σκόμμα­τος
καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προ­σκόμμα­τος καὶ πέτραν σκανδάλου καὶ ὁ πιστεύ­ων ἐπ᾿ αὐτῷ οὐ κατα­ισχυνθή­σε­ται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible