Скрыть
5:4
5:7
5:11
5:16
5:18
5:21
δικαιωθέν­τες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν προ­̀ς τὸν θεὸν δια­̀ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
δι᾿ οὗ καὶ τὴν προ­σαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ
οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται
ἡ δὲ ὑπομονὴ δοκιμήν ἡ δὲ δοκιμὴ ἐλπίδα
ἡ δὲ ἐλπὶς οὐ κατα­ισχύνει ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν δια­̀ πνεύ­μα­τος ἁγίου τοῦ δοθέν­τος ἡμῖν
ἔτι γὰρ Χριστὸς ὄν­των ἡμῶν ἀσθενῶν ἔτι κατα­̀ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν
μόλις γὰρ ὑπὲρ δικαίου τις ἀπο­θανεῖται ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀπο­θανεῖν
συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄν­των ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν
πολλῷ οὖν μᾶλλον δικαιωθέν­τες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπο­̀ τῆς ὀργῆς
εἰ γὰρ ἐχθροὶ ὄν­τες κατηλλάγημεν τῷ θεῷ δια­̀ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πολλῷ μᾶλλον κατα­λλαγέν­τες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ
οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ δια­̀ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾿ οὗ νῦν τὴν κατα­λλαγὴν ἐλάβομεν
δια­̀ τοῦτο ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ δια­̀ τῆς ἁμαρτίας ὁ θάνα­τος καὶ οὕτως εἰς πάν­τας ἀνθρώπους ὁ θάνα­τος διῆλθεν ἐφ᾿ ᾧ πάν­τες ἥμαρτον
ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄν­τος νόμου
ἀλλὰ ἐβασίλευσεν ὁ θάνα­τος ἀπο­̀ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπι­̀ τοὺς μὴ ἁμαρτήσαν­τας ἐπι­̀ τῷ ὁμοιώματι τῆς παρα­βάσεως Ἀδάμ ὅς ἐστιν τύπος τοῦ μέλλον­τος
ἀλλ᾿ οὐχ ὡς τὸ παρα­́πτωμα οὕτως καὶ τὸ χάρισμα εἰ γὰρ τῷ τοῦ ἑνὸς παρα­πτώματι οἱ πολλοὶ ἀπέθανον πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσ­σευσεν
καὶ οὐχ ὡς δι᾿ ἑνὸς ἁμαρτήσαν­τος τὸ δώρημα τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατα­́κριμα τὸ δὲ χάρισμα ἐκ πολλῶν παρα­πτωμάτων εἰς δικαίωμα
εἰ γὰρ τῷ τοῦ ἑνὸς παρα­πτώματι ὁ θάνα­τος ἐβασίλευσεν δια­̀ τοῦ ἑνός πολλῷ μᾶλλον οἱ τὴν περισ­σείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνον­τες ἐν ζωῇ βασιλεύ­σουσιν δια­̀ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ
ἄρα οὖν ὡς δι᾿ ἑνὸς παρα­πτώμα­τος εἰς πάν­τας ἀνθρώπους εἰς κατα­́κριμα οὕτως καὶ δι᾿ ἑνὸς δικαιώμα­τος εἰς πάν­τας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς
ὥσπερ γὰρ δια­̀ τῆς παρα­κοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί οὕτως καὶ δια­̀ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατα­σταθήσον­ται οἱ πολλοί
νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παρα­́πτωμα οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσ­σευσεν ἡ χάρις
ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ οὕτως καὶ ἡ χάρις βασιλεύ­σῃ δια­̀ δικαιοσύνης εἰς ζωὴν αἰώνιον δια­̀ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible