Скрыть
2:2
2:3
2:9
2:10
2:14
2:15
2:18
2:20
2:22
2:23
διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατα­κρίνεις τὰ γὰρ αὐτὰ πράσ­σεις ὁ κρίνων
οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατα­̀ ἀλήθειαν ἐπι­̀ τοὺς τὰ τοιαῦτα πράσ­σον­τας
λογίζῃ δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσ­σον­τας καὶ ποιῶν αὐτά ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ
ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας κατα­φρονεῖς ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει
κατα­̀ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀπο­καλύψεως δικαιοκρισίας τοῦ θεοῦ
ὃς ἀπο­δώσει ἑκάστῳ κατα­̀ τὰ ἔργα αὐτοῦ
τοῖς μὲν καθ᾿ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον
τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθο­μέ­νοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός
θλῖψις καὶ στενοχωρία ἐπι­̀ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζο­μέ­νου τὸ κακόν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος
δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παν­τὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι
οὐ γάρ ἐστιν προ­σωπολημψία παρα­̀ τῷ θεῷ
ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπο­λοῦν­ται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον δια­̀ νόμου κριθήσον­ται
οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρα­̀ τῷ θεῷ ἀλλ᾿ οἱ ποιηταὶ νόμου δικαιωθήσον­ται
ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχον­τα φύσει τὰ τοῦ νόμου ποιῶσιν οὗτοι νόμον μὴ ἔχον­τες ἑαυτοῖς εἰσιν νόμος
οἵτινες ἐνδείκνυν­ται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν συμμαρτυρούσης αὐτῶν τῆς συν­ειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούν­των ἢ καὶ ἀπο­λογουμένων
ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατα­̀ τὸ εὐαγγέλιόν μου δια­̀ Χριστοῦ Ἰησοῦ
εἰ δὲ σὺ Ἰουδαῖος ἐπο­νο­μάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ
καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ δια­φέρον­τα κατηχού­με­νος ἐκ τοῦ νόμου
πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν φῶς τῶν ἐν σκότει
παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχον­τα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ
ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ὁ κηρύσ­σων μὴ κλέπτειν κλέπτεις
ὁ λέγων μὴ μοιχεύ­ειν μοιχεύ­εις ὁ βδελυσ­σό­με­νος τὰ εἴδωλα ἱεροσυλεῖς
ὃς ἐν νόμῳ καυχᾶσαι δια­̀ τῆς παρα­βάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις
τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν καθὼς γέγραπται
περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσ­σῃς ἐὰν δὲ παρα­βάτης νόμου ᾖς ἡ περιτομή σου ἀκροβυστία γέγονεν
ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσ­σῃ οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθή­σε­ται
καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν δια­̀ γράμμα­τος καὶ περιτομῆς παρα­βάτην νόμου
οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή
ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύ­ματι οὐ γράμματι οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾿ ἐκ τοῦ θεοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible