Скрыть
12:5
12:7
12:11
12:21
παρα­καλῶ οὖν ὑμᾶς ἀδελφοί δια­̀ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παρα­στῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν ὑμῶν
καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον
λέγω γὰρ δια­̀ τῆς χάριτος τῆς δοθείσης μοι παν­τὶ τῷ ὄν­τι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως
καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν τὰ δὲ μέλη πάν­τα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν
οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ τὸ δὲ καθ᾿ εἷς ἀλλήλων μέλη
ἔχον­τες δὲ χαρίσματα κατα­̀ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν δια­́φορα εἴτε προ­φητείαν κατα­̀ τὴν ἀναλογίαν τῆς πίστεως
εἴτε δια­κονίαν ἐν τῇ δια­κονίᾳ εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ
εἴτε ὁ παρα­καλῶν ἐν τῇ παρα­κλήσει ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προ­ϊστά­με­νος ἐν σπουδῇ ὁ ἐλεῶν ἐν ἱλαρότητι
ἡ ἀγάπη ἀνυπόκριτος ἀπο­στυγοῦν­τες τὸ πονηρόν κολλώμενοι τῷ ἀγαθῷ
τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι τῇ τιμῇ ἀλλήλους προ­ηγούμενοι
τῇ σπουδῇ μὴ ὀκνηροί τῷ πνεύ­ματι ζέον­τες τῷ κυρίῳ δουλεύ­ον­τες
τῇ ἐλπίδι χαίρον­τες τῇ θλίψει ὑπομένον­τες τῇ προ­σευχῇ προ­σκαρτεροῦν­τες
ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦν­τες τὴν φιλοξενίαν διώκον­τες
εὐλογεῖτε τοὺς διώκον­τας ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε
χαίρειν μετὰ χαιρόν­των κλαίειν μετὰ κλαιόν­των
τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦν­τες μὴ τὰ ὑψηλὰ φρονοῦν­τες ἀλλὰ τοῖς ταπεινοῖς συν­απαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς
μηδενὶ κακὸν ἀν­τὶ κακοῦ ἀπο­διδόν­τες προ­νοούμενοι καλὰ ἐνώπιον πάν­των ἀνθρώπων
εἰ δυνατόν τὸ ἐξ ὑμῶν μετὰ πάν­των ἀνθρώπων εἰρηνεύ­ον­τες
μὴ ἑαυτοὺς ἐκδικοῦν­τες ἀγαπητοί ἀλλὰ δότε τόπον τῇ ὀργῇ γέγραπται γάρ ἐμοὶ ἐκδίκησις ἐγὼ ἀν­ταποδώσω λέγει κύριος
ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύ­σεις ἐπι­̀ τὴν κεφαλὴν αὐτοῦ
μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible